Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἔριφος ἑστὼς ἐπί τινος δώματος λύκον τινὰ παριόντα καὶ τὴν πορείαν ἐκεῖθεν ποιούμενον ἐλοιδόρει καὶ αἱμοβόρον ἐκάλει καὶ ὠμόφαγον. Ὁ δὲ ἔφη· Οὐ σύ με λοιδορεῖς, ἀλλ᾽ ὁ τόπος ἐν ᾦ ἵστασαι.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ χρόνος δίδωσι τοῖς ἥττοσι θράσος κατὰ τῶν ἀμεινόνων.

Λύκος διήρχετο ἔξω τοῦ τείχους, ἔνθα ἀρνὸς παρακύψας ὕβριζε πολλὰ τὸν λύκον. Κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν· Ὁ τόπος με λοιδορεῖ· σὺ μὴ καυχῶ.

῞Οτι καὶ καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἐνδόξους.