Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύων, ηὔξατο, ὧν ἂν εὕρῃ, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθεῖναι. Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾖ ἀμύγδαλά τε ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, καταφαγών ταῦτα, καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· ,,ἀπέχεις, ὡ Ερμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐκτὸς ὧν εὗρον, καὶ τὰ ἐντὸς πρὸς σὲ διανενέμηκα.“
Πρὸς ἄνδρα φιλάργυρον, διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον, ὁ λόγος εὔκαιρος.
Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. Μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· ,,ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλʼ ἐμὲ ᾐτιῶ.“