Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

(S. 170. C. 251 et p. 387. F. 129.)

Ὁδοιπόροι δύο θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους, ὡς ἀνωφελὲς καὶ ἄκαρπον τοῦτο ἀνθρώποις ἐστὶ τὸ δένδρον. δὲ ὑποτυχοῦσα ἔφη· ,, ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἀχρείαν με καὶ ἂκαρπον ἀποκαλεῖτε;“

Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς οὕτω ἀτυχεῖς εἰσιν,

155
ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

(C. 365 e p. 411. F. 364. B. 127.)

Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· ,,τίς εἶ;“ δʼ ἔφη ,,Ἀλήθεια.“ ,,Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς;“ δʼ εἶπεν· ,,ὅτι τοῖς πάλαι καιροῖς παρʼ ὀλίγοις ἦν τὸ ψεῦδος, νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστὶν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς.