Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λύκος ἄρνα εὑρὼν πεπλανημένον, οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλʼ ἠθέλησε μετʼ εὐλόγου αἰτίας τοῦτον φαγεῖν. Εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα· „πέρυσι σὺ πολλὰ καθύβρισάς με.“ Ὁ δὲ πρὸς αὐτὸν θρηνῳδῶν ἀνεβόα· „ἔγωγʼ οὐκ ἐν τούτῳ γεγένημαι τῷ

134
χρόνῳ.“ Καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν· „τὴν ἄρουράν μου νέμῃ.“ Ὁ δʼ ἀρνὸς ἔφη· ,,ἀκμὴν τροφὴν οὐκ εἶ- δον. Πάλιν ὁ λύκος· ,,ἐκ τῆς πηγῆς μου πίνεις.“ Ὁ δὲ „οὔπω πέπωκα ὕδωρ“ προσεῖπεν αὐτῷ· „τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου.“ Ὁ δὲ συλλαβὼν καὶ φαγὼν τοῦτον, εἶπεν· „ἀλλʼ ἐμὼ τέως ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν πᾶσαν λύεις.“

Ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.

Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἠβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ, καὶ πίνειν αὐτὸν οὐκ ἐῶντα. Τοῦ δὲ λέγοντος, ὡς ἄκροις τοῖς χείλεσι πίνει, καὶ ἄλλως οὐ δυνατὸν, αὐτοῦ ἑστῶτος κάτω, ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· „ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.“ Εἰπόντος δὲ ἐκείνου, μηδέπω τότε γεννηθῆναι, ὁ λύκος ἔφη πρὸς αὐτόν· „κἂν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι.“

Ὁ λόγος δηλοῖ, ὅτι οἷς πρόθεσίς ἐστιν ἀδικεῖν, παρʼ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.