Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, λέοντα δʼ αὐτὸν ἐπεκάλουν· ὁ δʼ ἀγνώμων τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων ἀποστατήσας τοῖς λέουσιν ὡμίλει. κερδὼ δʼ ἐπισκώπτουσα „μὴ φρενωθείην“ ἔφη „τοσοῦτον, ὡς σὺ νῦν ἐτυφώθης· σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δʼ οὖ λεόντων συγκρίσει λύκος γίγνῃ.“
Πρὸς τοὺς ὑπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει ἐπαινουμένους καὶ μέγα φρονοῦντας, ἐλεγχομένους δὲ ἑαυτοὺς ἐπιγινώσκοντας.
Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου, καὶ λέγοντος, ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεὺς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· „ἀλλʼ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσία γενέσθαι, ὑπὸ σοῦ διαφθαρῆναι.
Ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν, κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.