Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάσσοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. Καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρʼ αὐτῶν τοὺς κύνας, λέγοντες, ἐκείνους τῆς ἔχθρας ὄντας αἰτίους ἐγχειρίζεσθαι δεῖν αὐτοῖς, καὶ εἰρήνην μεταξὺ αὐτῶν γενήσεσθαι. Τὰ δὲ πρόβατα μὴ προβλέποντα τὸ μέλλον ἐξέδωκαν τοὺς κύνας· καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν.
Οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημηγόρους ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.
Καθ᾿ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. Τῶν δὲ κυνῶν συμμαχούντων τοῖς θρέμμασι καὶ τοὺς λύκους ἀποσοβούντων,οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες ἔφασαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. Τῶν δὲ προβάτων ὑπʼ ἀνοίας πεισθέντων καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾷστα διέφθειραν.