Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Οἱ λύκοι τοῖς κυσὶν εἶπον· „Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες, πληγὰς παρʼ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε καὶ τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσι, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιῤῥίπτουσι. Ἀλλʼ ἐὰν πείσησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν, πάντα κοινὰ εἰς κόρον ἐσθίοντες.“ Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες, πρότερον τοὺς κύνας διέφθειραν.

Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.

Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα· κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν· „Οἴδατε, τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δʼ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ ἁπάντων οὐκ ἔστι μία καὶ ἴση· ἀλλʼ οἱ μὲν μέλανες, οἱ δὲ πυῤῥοὶ, οἱ δὲ λευκοὶ, οἱ δὲ τεφρώδεις. Καὶ πῶς ἄν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων;“