Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως, ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. Ἐπεὶ δὲ ζῶά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τὰς μοίρας. „Τὴν μὲν μίαν“ εἶπεν „λήψομαι ὡς πρῶτος, βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἴσου κοινωνῶν· ἡ δὲ τρίτη μοῖρα, αὕτη κακὸν μέγα σοι ποιήσει, ἢν μὴ ἐθέλῃς φυγεῖν.
Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν, καὶ δυνατωτέροις ἑαυτὸν μὴ συνάπτειν μηδὲ κοινωνεῖν.
Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον, ἐν ᾧ ἦσαν ἄγριαι αἶγες, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἤλαυνεν αὐτὰς, καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐκεῖνος ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐδίωξεν; Ὁ δὲ εἶπεν· „ἀλλʼ εὖ ἴσθι, ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν ὄνον ὄντα σε.“
Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσι.