Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λέοντος κοιμωμένου, μῦς τῷ στόματι περιέδραμεν. Ο δὲ ἐξαναστὰς πανταχοῦ περιειλίττετο, ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὤν ἐφοβήθη μῦν. Ὁ δέ φησιν· „ἀλλὰ κατὰ τῆς γνώμης αὐτοῦ τὴν ὀργὴν ἔχω.“

Ὁ λόγος διδάσκει, τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.

126

Λέων ποτὲ καύματος ὥρᾳ ἐν τινι σπηλαίῳ ἀνεπαύετο. Μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς καὶ ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. Ἀλώπεκος δὲ καταγελώσης εἶπεν· „οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνατρέπω.“

Ὅτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαβοῦσα λύπην ἐσχάτην ποιεῖ.