Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Θεόμανδρον τὸν Κυρηναῖόν φησι Θ. ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν. (Athenae. 13, p. 567.)
Οὐκ, εἰ δή που τοῦτο τῷ γένει τιμώτερον, ἤδη καὶ, ὁτιοῦν ἂν ᾖ μέρος τούτου, πρὸς τὸ τηλίκον θατέρου συγκρινόμενον, αἱρετὸν ἔσται. Λέγω δὲ οἷον, οὐ καὶ χρυσίον τιμιώτερον χαλκοῦ καὶ τηλίκον τοῦ χρυσίου πρὸς τὸ τηλίκον χαλκοῦ μέγεθος ἀντιπαραβαλλόμενον πλέον δόξει; ἀλλὰ ποιήσει τινὰ ῥοπὴν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος. (A. Gell. N. A. 1, 3.)
Κινδυνεύει τὸ λίαν φιλεῖν, ὥς φησι Θ., αἴτιον τοῦ μισεῖν γίνεσθαι. (Plut. Cato min. p. 777.)
Θ. ἐν τῷ περὶ κολακείας φησὶν ὡς Μύρτις μύστης ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων ὁρᾶσθαι, λαβόμενος, τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ
συνεδρίου πολλῶν παρόντων εἶπεν, Οὐ χορεύσει ἐνθάδε οὐδʼ ἁμῶν ἀκούσει. (Athenae. 6, p. 254.)Οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδὺν ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλου, καίτοι κατά γε τὴν δόξαν, φησὶν ἐν τῷ περὶ Ἡδονῆς Θ., οὐχ ὁμοίως λαμπρός ἐστιν, ἀλλʼ οὐκ ἐτρύφησεν ὥσπερ ἐκεῖνοι. Οὐδὲ τὸν Ἀγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον εἰ ἔτυχεν τὸν Ἀνάνιος οὕτως ἀοράτου κατὰ δόξαν ὄντος. Οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ Τροίας, ἀλλὰ πολὺ μᾶλλον τῶν νῦν· καὶ τοῦτʼ εἰκότως. Ὁ μὲν γὰρ ἀκατάσκευος καὶ ὥσπερ ἀνάρτυτος ἦν οὔτʼ ἐπιμιξίας οὔσης οὔτε τῶν τεχνῶν διηκριβωμένων· ὁ δὲ πᾶσιν ἐξηρτυμένος πρὸς ῥᾳστώνην καὶ πρὸς ἀπόλαυσιν καὶ πρὸς τὰς ἄλλας διαγωγάς. (Athenae. 12, p. 511.)
Ὁ Θ. ἀντιλέγει τῷ Πλάτωνι περὶ τοῦ μὴ εἶναι ἀληθῆ καὶ ψευδῆ ἡδονὴν ἀλλὰ πάσας ἀληθεῖς. Εἰ γάρ ἐστί τις, φησὶν, ἡδονὴ ψευδὴς, ἔσται τις ἡδονή οὐχ ἡδονή· ἢ μάλιστα μὲν οὐδὲν συμβήσεται τοιοῦτον· καὶ γὰρ ἡ ψευδὴς δόξα οὐδὲν ἧττον δόξα· εἰ δὲ καὶ συμβαίη τι ἄτοπον τὴν ἐσχάτην ἡδονὴν δοκοῦσαν εἶναι μὴ εἶναι ἡδονήν· ἐπεὶ καὶ ὄντι ἄλλως οὐκ ὂν ἁπλῶς ἐπεὶ καὶ ὄν τι, ἀλλʼ ὡς οὐκ ὂν ἁπλῶς conj. Schneider. οἷον τὸ γεννητὸν οὐχ ὅπερ ὄν. Καὶ γὰρ Ἀριστοτέλης τινὰς ἡδονὰς πρός τι εἶναι ἡδονὰς ἀξιοῖ καὶ οὐχ ἁπλῶς, οἷον τὰς τῶν νοσούντων καὶ τῷ πικρῷ χρωμένων ὡς γλυκεῖ. Ἔτι φησὶν ὁ Θ. τριχῶς τὸ ψεῦδος· ἢ γὰρ ὡς ἔθος ἐπίπλαστον ἢ ὡς λόγος ἢ ὡς πρᾶγμά τι ὄν. Κατὰ τί οὖν, φησὶν, ἡ ἡδονὴ ψευδής; οὔτε γὰρ ἦθος ἡδονὴ οὔτε λόγος οὔτε ὂν, οὐκ ὄν· τοιοῦτον γὰρ τὸ πρᾶγμα τὸ ψευδὲς ἐν τῷ μὴ εἶναι χαρακτηρζόμεν. Ἢ ῥητέον ὅτι κατὰ τοὺς τρεῖς διοριο. σμούς ἐστι ψευδὴς ἡ ἡδονή· καὶ γὰρ ἐπίπλαστος ἡ τοῦ ἐπιπλάστου ἤθους, καὶ ἄλογος ἡ ἀντὶ τοῦ ἀληθοῦς εἰς τὸ ψεῦδος ἀποπλανηθεῖσα δόξα καὶ τούτῳ ἐφηδομένη· καὶ μὴ οὖσα ἡ κατὰ ἀπουσίαν τοῦ λυπηροῦ φανταζομένη ἡ ἡδονὴ καὶ ταῦτα μὴ παρόντος ἡδέος; (Olympiod. in Plat. Phileb. p. 269.)
Θ. ἐν τῷ περὶ Ἡδονῆς καὶ δὴ καὶ τοὺς Ἴωνας, φησὶ, διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς έτι *** καὶ νῦν ἡ χρυσῆ παροιμία διαμεμένηκε. (Athenae. 12, p. 526.)
Οὐ γὰρ, εἴ τις, ὡς Θ. λέγει, γευσάμενος τῆς ἀμροαεα
βροσίας ἐπιθυμεῖ αὐτῆς, μέμφεσθαι ἄξιον, ἀλλʼ εἴ τις σφοδρῶς ἡττᾶται τῶν ἡδονῶν ὡς οἱ πολλοί. (Aspasii Schol. in Ar. Eth. Classical Journal XXIX, 45.)Καὶ τὸν Ἀναξαγόραν αἰτιᾶται ὁ Θ. ἐν Ἠθικοῖς λέγων ὅτι ἐξελαύνει ἡδονὴ λύπην ἐναντίαν οἷον ἀπὸ τοῦ διψᾶν. (Olymp. in Plat. Phileb. 269 Stallb.)
Φυόμεναι γὰρ ἐν τοῖς τηλικούτοις αἱ ἀρεταὶ καὶ βλαστάνουσαι τό τε κατορθούμενον, ὥς φησι Θ., ἐπιβεβαιοῦνται τοῖς ἐπαίνοις καὶ τὸ λοιπὸν αὔξονται μετὰ φρονήματος ἐπαιρόμεναι. Τὸ δὲ ἄγαν πανταχοῦ μὲν ἐπισφαλές. (Plut. Agis. c. 2.)
Θ. ἐρωτηθεὶς ὑπό τινος, τί συνέχει τὸν ἀνθρώπων βίον, ἔφη, εὐεργεσία καὶ τιμὴ καὶ τιμωρία. (Stob. Eclog. 48, 72.)
Μεῖζον δὲ τὸ τὸν πλοῦτον ἄζηλον, ὥς φησι Θ., καὶ ἄπλουτον ἀπεργάσασθαι τῇ κοινότητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. (Plut. Lycurg. c. 10. Cf. Plut. de Cupidit. divit. p. 527.)
Ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ Θ. ἱστόρησεν ἐν τῷ περὶ ἐνθουσιασμοῦ, ἰσχιακοὺς φάσκων ἀνόσους διατελεῖν εἰ καταυλήσοι τις τοῦ τόπου τῇ φρυγιστὶ ἁρμονίͅ. (Athenae. 14 p. 624; cf. Eustath. p. 1078, 41.)
Θ. ἐν τῷ περὶ ἐνθουσιασμῶν .. φησὶ .. τὴν μουσικὴν πολλὰ τῶν περὶ τὴν ψυχὴν καὶ τὸ σῶμα γιγνομένων παθῶν ἰατρεύειν καθάπερ λιποθυμίαν φόβους καὶ τὰς ἐπὶ μακρὸν γιγνομένας τῆς διανοίας ἐκστάσεις. Ἰᾶται γὰρ, φησὶν, ἡ καταύλησις καὶ ἰσχιάδα καὶ ἐπιληψίαν, καθάπερ --- λέγεται τὸν μουσικὸν καταστῆσαι τὸν ἐξιστάμενον ἐν Θήβαις ὑπὸ τὴν τῆς σάλπιγγος φωνήν· ἐπὶ τοσοῦτον γὰρ ἐβόησεν ἀκούων ὥστε ἀσχημονεῖν. Εἰ δέ ποτε καὶ πολεμικὸν σαλπίσειέ τις, πολὺ χεῖρον πάσχειν μαχόμενον. Τοῦτον οὖν κατὰ μικρὸν τῷ αὐλῷ προσάγειν καὶ ὡς ἄν τις εἴποι ἐκ προσαγωγῆς ἐποίησε καὶ τὴν τῆς σάλπιγγος φωνὴν ὑπομένειν. (Apollon. Hist. Mirab. c. 49.)