Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Διὸ καὶ ὁρίζεται ὁ Θ. τὸν τόπον, ὡς ἤδη ἡμῖν ἐν τοῖς πρώτοις εἴρηται, οὕτως· "τόπος ἐστὶν ἀρχή τις ἢ στοιχεῖον, ἀφʼ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθʼ ἕκαστα ἀόριστος." (Alex. in Arist. Top. 67.)
Δεῖ μὴ ἀγνοεῖν ὅτι Θ. διαφέρειν λέγει παράγγελμα καὶ τόπον· παράγγελμα μὲν γάρ ἐστι τὸ κοινότερον καὶ καθολικώτερον ἁπλούστερον λεγόμενον, ἀφʼ οὗ ὁ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα, ὥσπερ ὁ τόπος ἐπιχειρήματος. (Alex. in Arist. Top. 72.)
Δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι Θ. τὰ περὶ ταὐτοῦ προβλήματα ὑποτάσσει τοῖς γενικοῖς, ὥσπερ καὶ τὰ ἀπὸ τῶν διαφορῶν· λέγει γὰρ "καὶ τὴν διαφορὰν καὶ τὴν ταὐτότητα γεικὰ θῶμεν." (Alex. in Arist. Top. p. 257 Bk.)
Ὅτι δὲ λέγεται τὰ πρός τι πρὸς ταῦτα ἐν οἶς ἔστιν, ὑπὸ μὲν Θεοφράστου ἐν τῷ β´ τῶν Τοπικῶν οὕτως εἴρηται· "ὧν μὲν γὰρ ἕκαστα λέγεται, καὶ ὑπάρχει τούτοις, ὥσπερ ἡ συμμετρία καὶ ἡ ἕξις καὶ ἡ σύνθεσις· μνήμη δὲ καὶ ὕπνος καὶ ὑπόληψις οὐδενὶ τῶν ἀψύχων, οὐδὲ ἡ ἑτέρου κίνησις ἄλλῳ· διὸ δὴ καθʼ ἕκαστον διοριστέον." (Alex. in Arist. Metaph. p. 719b Bk.)
Κατὰ γὰρ τὸν Θ. γνώμη ἐστὶ καθόλου ἀπόφανσις ἐν τοῖς πρακτέοις· εἰσὶ δὲ τούτων αἱ μὲν παράδοξοι αἱ δὲ ἔνδοξοι αἱ δὲ ἀμφισβητούμεναι. (Gregor. Οοἰη. ad Hermog. VII, 1154 Walz.)
Ὁ Θ. οὕτως ὁρίζεται τὸ ἀξίωμα "ἀξίωμά ἐστι δόξα τις, ἡ μὲν ἐν τοῖς ὁμογενέσιν ἐὰν ἴσα ἀπὸ ἴσων, ἡ δὲ ἁπλῶς ἐν ἅπασιν." (Themist. in Arist. Anal. post. f. 2.)
Τὴν μέμψιν καὶ τὴν ὀργὴν καὶ τὸν θυμὸν ἅπερ φησὶν ὁ Θ. ἐν τῷ περὶ παθῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον ἔχειν τὴν διαφορὰν καὶ μὴ εἶναι ὁμοειδῆ --- (Simpl. in Arist. Categ. f. 7.)
Ἄσκοπος ἡ τύχη, φησὶν ὁ Θ., καὶ δεινὴ παρελέοσθαι τὰ προπεπονημένα καὶ μεταρρίψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐθένα καιρὸν ἔχουσα τακτόν. (Plutarch. Cons. ad Apoll. 104d.)
Τοὺς ἀλλοτρίους, ὡς ἔλεγε Θ., οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν. (Plut. Am. frat. 482c.)
Εὖ εἶπε Θ. ὡς, εἰ κοινὰ τὰ φίλων ἐστὶ, μάλιστα δεῖ κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους. (Plut. am. frat. 490d.)
Διὸ καὶ Θ. ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων. (Plut. Symp. 678 et 716.)
Φιλόσοφος ὁ Θ. ἐν τῇ συγκρίσει τῶν ἁμαρτημάτων ὡς ἄν τις κοινότερον τὰ τοιαῦτα συγκρίνειέ φησι βαρυτέρα εἶναι τὰ κατʼ ἐπιθυμίαν πλημμελούμενα τῶν κατὰ θυμόν· ὁ γὰρ θυμούμενος μετά τινος λύπης καὶ λεληθυίας συστολῆς φαίνεται τὸν λόγον ἀποστρεφόμενος, ὁ δὲ κατʼ ἐπιθυμίαν ἁμαρτάνων ὑφʼ ἡδονῆς ἡττώμενος ἀκολαστότερός πως φαίνεται καὶ θηλύτερος ἐν ταῖς ἁμαρτίαις. (M. Antonin. 2, p. 168 ed. Bas.)
Οὐδὲν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν μέτρια κεο κτημένων, ἀλλὰ τυφλὸς ὁ πλοῦτός ἐστιν, ὥς φησι Θ.,
καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας πλουσιώτατος Ἀθηναίων καὶ Ἰσμηνίας εὐπορώτατος Θηβαίων ἐχρῶντο τούτοις οἷς Σωκράτης καὶ Ἐπαμινώνδας. (Plut. Ορί. divit. p. 527.)Ἀλλʼ οὐδὲ τὰ κατὰ τέχνην ἀηδῶς ἐποιεῖτο ὁ Παρράσιος ἀλλὰ ῥᾳδίως ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θ. ἐν τῷ περὶ Εὐδαιμονίας. (Athenae. 12 p. 543.)