Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Ὡς ὁ Ἀλέξανδρος ἱστορεῖ ὁ μὲν Θ. οὕτως ἐκτίεθεται Παρμενίδου δόξαν ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἱστορίας· τὸ παρὰ τὸ ὂν οὐκ ὂν, τὸ οὐκ ὂν οὐδὲν, ἓν ἄρα τὸ ὄν. (Simpl. in Arist. Phys. f. 25.)
Περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θ. ἐν τῷ πρώτῳ τῶν Φυσικῶν οὕτως λέγει· Τούτῳ δʼ ἐπιο γενόμενος Παρμενίδης Πύρητος ὁ Ἐλεάτης, δὲ λέγει καὶ Ξενοφάνην. - ἐπʼ ἀμφοτέρας ἦλθε τὰς ὁδούς, Καὶ γὰρ ὡς ἀΐδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατʼ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγέννητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχὰς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην, τὸ δʼ ὡς αἴτιον καὶ ποιοῦν. (Alex. in Arist. Metaph. p. 536 Bk.)
Μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἓν τὸ ὂν καὶ πᾶν καὶ οὔτε πεπερασμένον οὔτε ἄπειρον οὔτε κινούμενον οὔτε
ἠρεμοῦν Ξενοφάνη τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον ὑποτίθεσθαί φησιν ὁ Θεόφραστος. (Simpl. in Arist. Phys. f. 5.)Καὶ ταῦτά φησιν ὁ Θ. παραπλησίως τῷ Ἀναξιμάνδρῳ λέγειν τὸν Ἀναξαγόραν· ἐκεῖνος γάρ φησιν ἐν τῇ διακρίσει τοῦ ἀπειρου τὰ συγγενῆ φέρεσθαι πρὸς ἄλληλα καὶ ὅτι μὲν ἐν τῷ παντὶ χρυσὸς ἐνῆν γίνεσθαι χρυσὸν, ὅτι δὲ γῆ γῆν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ὡς οὐ γινομένων ἀλλ᾽ ὑπαρχόντων πρότερον· τῆς δὲ κινήσεως καὶ τῆς γενέσεως αἴτιον ἐπεστησε τὸν νοῦν ὁ Ἀναξαγόρας ὑφ᾽ οὗ διακρινόμενα τούς τε κόσμους καὶ τὴν τῶν ἄλλων φύσιν ἐγέννησε. Καὶ οὕτω μὲν οὖν, φησὶ, λαμθανόντων δόξειεν ἂν ποιεῖν τὰς μὲν ὑλικὰς ἀρχὰς ἀπείρους, ὥσπερ εἴρηται, τὴν δὲ τῆς κινήσεως καὶ τῆς γενέσεως αἰτίαν μίαν. Εἰ δέ τις τὴν μίξιν τῶν ἁπάντων ὑπολάθοι μίαν εἶναι φύσιν ἀόριστον καὶ κατ᾽ εἶδος καὶ κατὰ μέγεθος ὃπερ ἂν δόξειε βούλεσθαι λέγειν, συμθαίνει δύο τὰς ἀρχὰς αὐτὸν λέγειν τήν τε τοῦ ἀπείρου φύσιν καὶ τὸν νοῦν, ὥστε πάντως φαίνεται τὰ σωματικὰ στοιχεῖα παραπλησίες ποιῶν Ἀναξιμάνδρῳ. (Simpl. in Arist. Phys. f. 6, et f. 33.)
Εἰπόντος τοῦ Ἀναξαγόρου ὅτι οὔτε τοῦ σμικροῦ ἐστὶ τοὐλάχιστον ἀλλὰ τὸ ἔλασσον ἀεὶ, οὔτε τὸ μέγιαε στον, ὡς καὶ αὐτὴ ἡ λέξις τοῦ Ἀναξαγόρου δηλοῖ, καὶ μέντοι Θ. ἐν τῷ περὶ Ἀναξαγόρου δευτέρῳ τάδε γράφων· "ἔπειτα τὸ διὰ τοῦτο λέγειν πάντα ἐν παντὶ, διότι καὶ ἐν μεγέθει καὶ ἐν σμικρότητι ἄπειρα, καὶ οὔτε τὸ ἐλάχιστον οὔτε τὸ μέγιστον ἔστι λαβεῖν, οὐχ ἱκανὸν πρὸς πίστιν," ἅμα μὲν ἀναιρεῖ τοῦτο ὁ Ἀριστοτέλης κ. τ. λ. (Simpl. in Arist. Phys. fr. 35.)
Ὁ μέντοι Θ. τοὺς ἄλλους προϊστορήσας "Τούτοις" φησὶν "ἐπιγενόμενος Πλάτων τῇ μὲν δόξῃ καὶ τῇ δυνάμει πρότερος τοῖς δὲ χρόνοις ὕστερος καὶ τὴν πλείο στην πραγματείαν περὶ τῆς πρώτης φιλοσοφίας ποιησάμενος ἐπέδωκεν ἑαυτὸν καὶ τοῖς φαινομένοις ἁψάμενος τῆς περὶ φύσεως ἱστορίας, ἐν ᾗ δύο τὰς ἀρχὰς βούλεται ποιεῖν, τὸ μὲν ὑποκείμενον ὡς ὕλην ὃ προσαγορεύει πανδεχὲς, τὸ δʼ ὡς αἴτιον καὶ κινοῦν ὁ πεο ριάπτει τῇ τοῦ θεοῦ καὶ τῇ τἀγαθοῦ δυνάμει. (Simpl. in Arist. Phys. f. 6.)