Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Οἱ μὲν τὴν τοῦ ὅλου κίνησιν καὶ περιφορὰν τὸν χρόνον φασὶν ὡς τὸν Πλάτωνα νομίζουσιν ὅ τε ὔδημος καὶ ὁ Θεόφραστος καὶ ὁ Ἀλέξανδρος. (Simpl. in Arist. Phys. 165.)
Πλάτων μὲν γὰρ τὸ ποσὸν τῆς κινήσεως εἰπὼν τὸν χρόνον ἀχώριστόν τι αὐτὸν ὑπέθετο τῆς κινήσεως, Θ. δὲ συμβεβηκός τι. (Simpl. in Arist. Categ. p. 79b Bk.)
Οἱ μὲν γὰρ αὐτῶν φυσιολόγων ὑπόλειμμα λέγουσιν εἶναι τὴν θάλασσαν τῆς πρώτης ὑγρότητος· ὑγροῦ γὰρ ὄντος τοῦ περὶ τὴν γῆν τόπου τὰ πρῶτα τῆς ὑγρότητος ὑπὸ τοῦ ἡλίου ἐξατμίζεσθαι καὶ γίνεσθαι τὰ πνεύματά τε ἐξ αὐτῆς καὶ τροπὰς ἡλίου τε καὶ σελήνης --- τὸ δέ τι αὐτῆς ὑπολειφθὲν ἐν τοῖς κοίλοις τόποις θάλατταν εἶναι· διὸ καὶ ἐλάττω γίνεοσθαι ξηραινομένην ἑκάστοτε ὑπὸ τοῦ ἡλίου καὶ τέλος ἔσεσθαί ποτε ξηράν. Ταύτης τῆς δόξης ἐγένοντο, ὡς ἱστορεῖ ὁ Θ., Ἀναξίμανδρός τε καὶ Διογένης. Διογένης δὲ καὶ τῆς ἁλμυρότητος ταύτην αἰτίαν λέγει, ὅτι ἀνάγοντος τοῦ ἡλίου τὸ γλυκὺ τὸ καταλειπόμενον καὶ ὑπομένον ἁλμυρὸν εἶναι συμβαίνει. (Alex. in Arist. Meteor. f. 91.)
Θαλῆς δὲ πρῶτος παραδέδοται τὴν περὶ φύσεως
ἱστορίαν τοῖς Ἕλλησιν ἐκφῆναι, πολλῶν μὲν καὶ ἄλλων προγεγονότων, ὡς καὶ Θεοφράστῳ δοκεῖ, αὐτὸς δὲ πολὺ διενεγκὼν ἐκείνων ὡς ἀποκρύψαι πάντας τοὺς πρὸ αὐτοῦ. (Simpl. in Arist. Phys. 6.)Καὶ Διογένης δὲ ὁ Ἀπολλωνιάτης σχεδὸν νεώτατος γεγονὼς τῶν περὶ ταῦτα σχολασάντων τὰ μὲν πλεῖστα συμπφορημένως γέγραφε, τὰ μὲν κατὰ Ἀναξαγόραν, τὰ δὲ κατὰ Λεύκιππον λέγων· τὴν δὲ τοῦ παντὸς φύσιν ἀέρα καὶ οὗτός φησιν ἄπειρον εἶναι καὶ ἀΐδιον, ἐξ οὗ πυκνουμένου καὶ μανουμένου καὶ μεταβάλλοντος τοῖς πάθεσι τὴν τῶν ἄλλων γίνεσθαι μορφήν. Καὶ ταῦτα μὲν Θ. ἱστορεῖ περὶ τοῦ Διογένους. (Simpl. in Arist. Phys. 6.)
Πρῶτος δʼ οὗτος Παρμενίδης τὴν γῆν ἀπέφηνε σφαιροειδῆ καὶ ἐν μέσῳ κεῖσθαι· δύο τʼ εἶναι στοχεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δὲ ὕλης, - γένεσιν τʼ ἀνθρώπων ἐξ ἰλύος πρῶτον γενέσθαι, - ταὐτὸν δʼ ὑπάρχειν τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξ ὧν τὰ πάντα συνεστάναι· καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ταὐτὸν εἶναι, καθὰ μέμνηται καὶ Θ. ἐν τοῖς Φυσικοῖς πάντων σχεδὸν ἐκτιθέμενος τὰ δόγματα. (Diogen. Laert. 9, 22.)