Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 20

Ἐν τῷ δευτέρῳ τῶν περὶ Κινήσεως· οἰκειότερον δὲ ὅπερ καὶ λέγομεν καὶ ἔστιν, ἐνέργειαν τοῦ δυνάμει κινητοῦ ᾗ κινητὸν κατὰ γένος ἕκαστον τῶν κατηγοριῶν, οἷον οὐσίας, ποσοῦ, ποιοῦ, φορητοῦ, τῶν ἄλλων· οὕτω γὰρ ἀλλοίωσις, αὔξησις, φορὰ, γένεσις καὶ αἱ ἐναντίαι ταύταις. Ἐν τῷ τρίτῳ δὲ, οἶμαι, σαφέστερον ταῦτα γέγραφεν· ἐν μὲν τῷ ἀφορισμῷ τῆς κινήσεως τοσαῦτα φαμὲν αὐτῆς εἴδη ὅσαι κατηγορίαι· τὴν γὰρ τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον ἐντελέχειαν κίνησιν. Καὶ τοῦτο δὲ ἐν τῷ αὐτῷ βιβλίῳ

φησί· Τοῦ δὲ πρός τι κίνησις τοῦ μὲν κατὰ λόγον οὐκ ἔστι, τοῦ δὲ κατὰ δύναμιν ἔστιν· ἡ γὰρ ἐνέργεια κίνησίς τε καὶ καθʼ αὑτό. (Simpl. in Arist. Phys. f. 94.)

Fr. 21

Θ. ἐν τοῖς Φυσικοῖς ἀπορεῖ πρὸς τὸν ἀποδοθέντα τοῦ τόπου λόγον ὑπὸ τοῦ Ἀριστοτέλους τοιαῦτα, ὅτι τὸ σῶμα ἔσται ἐν ἐπιφανείᾳ, ὅτι κινούμενος ἔσται ὁ τόπος, ὅτι οὐ πᾶν σῶμα ἐν τόπῳ, οὐδὲ γὰρ ἡ ἀπλανὴς, ὅτι ἐὰν συναχθῶσιν αἱ σφαῖραι, καὶ ὅλος ὁ οὐραο νὸς οὐκ ἔσται ἐν τόπῳ, ὅτι τὰ ἐν τόπῳ ὄντα μηδὲν αὐτὰ μετακινηθέντα, ἐὰν ἀφαιρεθῇ τὰ περιέχοντα αὐτὰ, οὐκέτι ἔσται ἐν τόπῳ. (Simpl. in Arist. Phys. f. 141.)

Fr. 22

Καὶ Θ. ἐν τοῖς Φυσικοῖς φαίνεται τὴν ἐννοίαν ταύε την ἐσχηκὼς περὶ τοῦ τόπου ἐν οἷς φησὶν ὡς ἐν ἀπορίᾳ προάγων τὸν λόγον μήποτε οὐκ ἔστι καθʼ αὑτὴν οὐσία τις ὁ τόπος ἀλλὰ τῇ τάξει καὶ θέσει τῶν σωμάτων λέγεται κατὰ τὰς φύσεις καὶ δυνάμεις· ὁμοίως δ' ἐπὶ ζώων καὶ φυτῶν καὶ ὅλως τῶν ἀνομοιομερῶν, εἴτε ἐμψύχων εἴτε ἀψύχων, ἔμμορφον δὲ τὴν φύσιν ἐχόντων· καὶ γὰρ τούτων τάξις τις καὶ θέσις τῶν μερῶν ἐστὶ πρὸς τὴν ὅλην οὐσίαν. Διὸ καὶ ἕκαστον ἐν αὑτοῦ χώρᾳ λέγεται τῷ ἔχειν τὴν οἰκείαν τάξιν· ἐπεὶ καὶ τῶν τοῦ σώματος μερῶν ἕκαστον ἐπιποθήσειεν ἂν καὶ ἀπαιτήσειε τὴν ἑαυτοῦ χώραν καὶ θέσιν. (Simpl. in Arist. f. 149b.)

Fr. 22b

Ἰστέον δὲ ὅτι καὶ Θ. καὶ Εὔδημος ἐν τοῖς περὶ τόπου ἀξιώμασι καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον προλαμβάνουσι. (Simpl. in Arist. Phys. p. 374b Bk.)

Fr. 23

Ἐν τῷ τεσσαρεσκαιδεκάτῳ τῶν Φυσικῶν οὕτως περὶ τῆς κινήσεως· Τὸν μὲν κοινὸν καὶ καθόλου λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν ὡς ἐνέργειά τίς ἐστιν ἀτελὴς τοῦ δυνάμει ὄντος, ᾗ τοιοῦτον καθʼ ἕκαστον γένος τῶν κατηγοριῶν, ὃ καὶ διὰ τῆς αἰσθήσεως σχεδὸν φαίνεται. (Simpl. in Arist. Categ. 110.)

Fr. 24

Ἔτι δὲ δεῖ πείθεσθαι Θεοφράστῳ· τούτῳ μὲν γὰρ δοκεῖ μὴ χωρίζεσθαι τὴν κίνησιν τῆς ἐνεργείας, εἶναι δὲ τὴν μὲν κίνησιν καὶ ἐνέργειαν ὡς ἂν ἐν αὐτῇ περιεχένην, οὐκέτι μέντοι καὶ τὴν ἐνέργειαν κίνησιν· τὴν γὰρ ἑκάστου οὐσίαν καὶ τὸ οἰκεῖον εἶδος ἐνέργειαν

εἶναι ἑκάστου, μὴ οὖσαν ταύτην κίνησιν. Καὶ γὰρ ἡ τελειότης καὶ ἐν τοῖς νοητοῖς καὶ φύσει ἀκινήτοις εἶναι οὐ κεκώλυται. Εἰσὶ δὲ καὶ ἐν τοῖς αἰσθητοῖς πολλαὶ τοιαῦται, οἷον οἱ κατὰ τὸ σχῆμα τοῦ ἀνδριάντος· ἕστηκε δὲ τὸ σχῆμα κατὰ τὴν αὐτὴν τελειότητα. (Simpl. in Arist. Categ. 77b.)