Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 14

Ὁ δὲ Ἐρέσιος ἐκεῖνος Θεόφραστος ὁ Ἀριστοτέλους γνώριμος πὴ μὲν οὐρανὸν πὴ δὲ πνεῦμα τὸν θεὸν ὑπονοεῖ. (Clem. Alex. Protrept. p. 44.)

Fr. 15

Θ. ἐν τοῖς ἑαυτοῦ Τοπικοῖς τάδε γέγραφεν --- Ἐπεὶ δὲ ἐναντίαι τῶν ἐναντίων αἱ ἀρχαὶ, δῆλον ὅτι οὐδὲ ἐν ἑνὶ γένει ταῦτα, καθάπερ οὐδὲ τὸ ἀγαθὸν καὶ κακὸν καὶ κίνησις καὶ στάσις. Εἴη δʼ ἂν καὶ ὑπεροχὴ καὶ ἔλλειψις ἐναντία γε καὶ ἀρχαὶ, καὶ εἶδος καὶ στέρησις. (Simpl. in Arist. Categ. f. 105.)

Fr. 16

Θ. ἐν τρίτῳ τῶν Φυσικῶν ἢ περὶ οὐρανοῦ τὰ γινόμενα διαιρεῖ οὕτως· ἢ γὰρ ὑπὸ ὁμοίου γίνεται ὡς ἄνθρωπος ὑπὸ ἀνθρώπου καὶ θερμὸν ὑπὸ θερμοῦ, ἢ ὑπὸ ἐναντίου ὡς ὁρῶμεν τοὺς κεραυνοὺς καὶ τὰς ἀστραπάς· ὑπὸ γὰρ ψυχρότητος ἡ τούτου τοῦ πυρὸς ἐν τῷ ἀέρι γένεσις ἀθροίζοντος εἰς ἐν τὸ ἐν αὐτοῖς θερμὸν ἐκπυροῦντος· ἢ τρίτον ὑπὸ ἐντελεχείᾳ ὅλως ὄντος ὡς καὶ ὁ μώλωψ· ὑπὸ γὰρ ἐντελεχείᾳ οὔσης τῆς μάστιγος γίνεται, οὔτε δὲ ὁμοίας ἔτι οὔτε ἐναντίας τῷ γινομένῳ· καὶ τὰ ὑπὸ τοῦ ἡλίου δέ φησι γινόμενα ὑπὸ ἐντελεχείας γίνεται· καὶ γὰρ αὐτὸς οὔτε ὅμοιος οὔτε

ἐναντίος τοῖς γινομένοις. (Simpl. in Arist. Phys. f. 187.)

Fr. 17

Θ. ἐν ἀρχῇ τῶν αὐτοῦ Φυσικῶν καὶ ταύτην τὴν πρότασιν ἀπέδειξε λέγων· τὸ μέντοι τῶν φυσικῶν ὁ ἀρχὰς εἶναι δῆλον ἐκ τοῦ τὰ μὲν φυσικὰ σώματα σύνθετα εἶναι, πᾶν δὲ σύνθετον ἀρχὰς ἔχειν τὰ ἐξ ὧν σύγκειται· ἅπαν γὰρ τὸ φύσει ἢ σῶμά ἐστιν ἢ ἔχει γε σῶμα· ἄμφω δὲ σύνθετα. (Simpl. in Arist. Phys. f. 1b.)

Fr. 18

Ὅλως δὲ ὡς κοινῶς εἰπεῖν ἀπὸ τῶν αἰσθήσεων καὶ τῶν αἰσθητῶν τῶν περὶ τῶν φυσικῶν ἀρχῶν ἀλήθειαν ἀνιχνευτέον καὶ Θεοφράστῳ πειθομένοις ὃς περὶ τούτου ζητῶν ἐν πρώτῳ τῶν Φυσικῶν τάδε γέγραφε· Ἐπεὶ δὲ οὐκ ἄνευ μὲν κινήσεως οὐδὲ περὶ ἑνὸς λεκτέον· πάντα γὰρ ἐν τῇ κινήσει τὰ τῆς φύσεως· ἄνευ δὲ ἀλλοιωτικῆς καὶ παθητικῆς οὐχ ὑπὲρ τῶν περὶ τὸ μέσον, εἰς ταῦτά τε καὶ περὶ τούτων λέγοντας οὐχ οἷόν τε καταλιπεῖν τὴν αἴσθησιν ἀλλʼ ἀπὸ ταύτης ἀρχομένους πειρᾶσθαι χρὴ θεωρεῖν ἢ τὰ φαινόμενα λαμβάνοντας καθʼ ἑαυτὰ ἢ ἀπὸ τούτων εἴ τινες ἄρα κυριώτεραι καὶ πρότεραι τούτων ἀρχαί· καὶ κάλλιον οἶμαι τοιοῦτόν τινα τρόπον τὴν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰς ἀρχὰς ἐπίβασιν γίνεσθαι. (Simpl. in Arist. Phys. f. 5b.)

Fr. 19

Θ. ἐν τῷ πρώτῳ τῶν ἑαυτοῦ Φυσικῶν καὶ καθʼ ἕκαστον γένος τῶν κατηγοριῶν τὴν κίνησιν θεωρεῖσθαί φησι γράφων οὕτως· περὶ δὲ κινήσεως τὸν μὲν καθόλου καὶ κοινὸν λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν, ὡς ἐνέργειά τίς ἐστιν ἀτελὴς τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον καθʼ ἕκαστον γένος τῶν κατηγοριῶν --- διὸ καὶ προελθὼν ὀλίγον ὁ Θ. ζητεῖν δεῖν φησὶ περὶ τῶν κνήσεων, εἰ αἱ μὲν κινήσεις εἰσὶν αἱ δὲ ὥσπερ ἐνέργειαί τινες. (Simpl. in Arist. Phys. f. 201.)