De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Τούτῳ μὲν οὖν καθόλου τῷ κοινῷ, ὅτι ὁποῖος ἂν ὁ ἀὴρ ἢ ἡ ἀναθυμίασις καθʼ ἑκάστους ᾖ τόπους οὕτως ἕξει καὶ τὰ πνεύματα τῇ ψυχρότητι, καὶ τάδε συμμαρτυρεῖ. Ὅσα γὰρ ἀπὸ ποταμῶν ἢ λιμνῶν πάντα ψυχρὰ διὰ τὴν ὑγρότητα τοῦ ἀέρος· ἀποψύχεται γὰρ ἀπολείποντος τοῦ ἡλίου καὶ ἅμα παχύτερος ὁ ἀτμὸς, καὶ ἔτι μᾶλλον δʼ εἰ σύνεγγυς. Ὥθʼ ὅταν προσπίπτῃ συμβαίνει καθάπερ ῥίγωσίν τινα γίνεσθαι τοῖς σώμασι.
Καὶ διὰ τοῦτο πολλάκις ἔγκοιλοι καὶ εὐσκεπεῖς τινὲς ὄντες τόποι τῶν ἔξω πνευμάτων ὑπὸ τῶν ἐγχωρίων εἰσὶ ψυχροί· τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου μένειν οὔτε πεφυκὸς οὔτε δυνάμενον φέρεται καὶ ποιεῖ πνοήν. Ὅθεν αἵ τε ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν αὖραι καὶ ὅλως αἱ ἀπόγειαι πνέουσιν ἕωθεν ἀποψυχομένης τῆς ἀτμίδος διὰ τὴν ἀπόλειψιν τοῦ θερμοῦ· τὴν γὰρ αὔραν ταύτην αὐτὴν γίνεσθαι κατὰ λόγον ἐστὶ διά τε τἆλλα καὶ διὰ τὴν εὐδίαν. Καὶ ὅταν ψεκάδια καὶ ὑετοὶ μέτριοι γίνωνται μᾶλλον πνέουσι· προσγίνεται γὰρ ὕλη τότε πανταχοῦ καὶ μᾶλλον αἱ ἀπόγειαι γίνονται μετὰ τοῦτο.
Ἀπὸ μόνου δὲ τοῦ Νείλου δοκοῦσιν οὐκ ἀποπνεῖν αὖραι ἢ ἐλάχισται διότι θερμὸς ὁ τόπος καὶ ἐξ οὗ καὶ εἰς ὃν ῥεῖ· αἱ δʼ αὖραι πυκνουμένου τοῦ ὑγροῦ εἰσί. Διὸ καὶ οὐδʼ ἀπὸ τῶν ἐν Λιβύῃ ποταμῶν οὐδʼ ἀφʼ ἑνὸς αὖραι οὐδαμῶς· ἅπαντες γὰρ θερμοί. Τοῦτο δὲ δῆλον ὅτι οὐδʼ ἀπὸ τῶν περὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ ὅλως πρὸς τοὺς ἐμπύρους τόπους. Καίτοι φασί γε θαυμαστῶς καταψύχεσθαι τὸν ἀέρα πρὸς τὴν ἕω. Τοῦτο μὲν οὖν ἐπισκεπτέον. Τάχα γὰρ ἀποψύχεται μὲν, οὐ δύναται δὲ πορρωτέρω προϊέναι καὶ ποιεῖν αὔραν, ἐμπύρων εὐθὺ τῶν ὑποδεχομένων ὄντων τόπων,