De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Παράδειγμα δὲ ἱκανὸν τὸ ἐκ τῶν στομάτων ἀφιέμενον, ὅ φασιν εἶναι θερμὸν καὶ ψυχρὸν οὐκ ἀληθῇ λέγοντες, ἀλλʼ ἀεὶ μὲν θερμόν ἐστι, διαφέρει δὲ τῇ προέσει καὶ ἐκπτώσει. Χανόντων μὲν γὰρ καὶ ἀθρόον ἀφιέντων θερμὸν, ἐὰν δὲ διὰ στενοῦ σφοδρότερον φερόμενον ὠθῇ τὸν πλησίον ἀέρα κἀκεῖνος τὸν ἐχόμενον, ψυχρῶν ὄντων καὶ ἡ πνοὴ καὶ ἡ κίνησις γίνεται ψυχρά. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν πνευμάτων συμβαίνει· διὰ στενοῦ γὰρ οὔσης τῆς πρώτης κινήσεως αὐτὸ μὲν τὸ πρῶτον οὐ ψυχρὸν, τὸ δʼ ὑπὸ τούτου κινούμενον ὡς ἂν ἔχον τυγχάνῃ πρὸς θερμότητα καὶ ψυχρότητα, ψυχροῦ μὲν ὄντος ψυχρὸν θερμοῦ δὲ θερμόν. Καὶ διὰ τοῦτο θέρους μὲν θερμὰ χειμῶνος δὲ ψυχρὰ τὰ πνεύματα. Καθʼ ἑκατέραν γὰρ τὴν ὥραν τοιοῦτος ὁ ἀήρ.
Φανερὸν δʼ ὅπου διὰ τὴν --- ἐκπεπυρωμένον οἷον τετύχηκεν· ἐὰν γὰρ
ὅπου --- πνεῦμα καὶ ὁ πόθος --- θερμὸν εἴτε ψυχρὸν ὅμως --- διαφορὰ τοῦ ἀέρος ὁποῖος ἂν ᾖ τοιοῦτος φαίνεται. Καὶ ἐν αὐτοῖς μὲν τοῖς τόποις καὶ τοῖς συνεχέσιν ἔμπυρος ἡ πνοὴ γίνεται, πορρωτέρω δὲ προῖοῦσιν οὐχ ὁμοίως. Ἐνίοτε δὲ καὶ τὸ ἄλλοθεν ἐπιὸν, ἐὰν ἐξ ἐμπύρων ᾖ τόπων καὶ ἐχόντων ἀέρα παχὺν καὶ διακεκαυμένον, ὑπερβάλλον φαίνεται τῇ θερμότητι. Διὸ καὶ οἱ ὁδοιπόροι μὲν καὶ θερισταὶ πολλάκις ἀποθνήσκουσιν ὑπὸ τῶν τοιούτων πνευμάτων ἐν τοῖς πεδίοις καὶ ἐν τοῖς πνιγηροῖς τόποις, τὰ μὲν αὐτοῦ συνεργαζομένου τοῦ συνυπάρχοντος ἀέρος τὰ δὲ τοῦ διαφόρου διὰ τὴν πνοὴν καὶ τὴν πρόσπτωσιν ---Ὅτι δὲ οὔτʼ αὐτὸς ὑπʼ αὐτοῦ μόνον κινούμενος ὁ ἀὴρ οὔθʼ ὑπὸ τοῦ θερμοῦ κρατούμενος ταύτην φέρεται τὴν φορὰν κἀκεῖθεν δῆλον· εἰ μὲν γὰρ ὑφʼ αὑτοῦ διὰ τὸ ψυχρὸς εἶναι φύσει καὶ ἀτμιδώδης κάτω ἂν ἐφέρετο, εἰ δʼ ὑπὸ τοῦ θερμοῦ ἄνω· τοῦ γὰρ πυρὸς κατὰ φύσιν αὕτη ἡ φορά. Νῦν δʼ ὥσπερ ἐξ ἀμφοῖν μικτὴ διὰ τὸ μηδʼ ἕτερον κρατεῖν.