De Odoribus
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Γίνεται δὲ τὸ βέλτιον ἴρινον ἐὰν ᾖ ξηρὰ καὶ ἀπύρωτος ἡ ἴρις· ἀκρατεστέρα γὰρ ἡ δύναμις ἢ ἐὰν φυραθεῖσα καὶ πυρουμένη. Συμβαίνει δὲ ὥσπερ καὶ ἐκθλίβεσθαι μᾶλλον ἐκ τῶν προπεφυραμένων διὰ τὸ ἧττον ἀναδέχεσθαι καὶ ἕλκειν εἰς αὑτό· προστύφοντες δὲ οὐ πολὺν χρόνον ἐῶσι τὰ ἀρώματα ἀλλʼ ἐξαιροῦσιν ὅπως μὴ πολὺ ἐκπίνωσιν.
Πρὸς ἕκαστον δὲ τῶν μύρων ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν τὴν κύπρον καρδάμωμον, ἀσπάλαθον ἀναφυράσαντες τῷ εὐώδει. Εἰς δὲ τὸ ῥόδινον σχοῖνον, ἀσπάλαθον, κάλαμον· ἡ δʼ ἀναφύρασις ὁμοίως. Καὶ τοῖς ἄλλοις ἀεὶ τὰ ἁρμόττοντα. Τῷ ῥοδίνῳ δʼ ἐμβάλλονται καὶ ἅλες πολλοὶ καὶ τοῦτʼ ἴδιον παρὰ τἆλλα, διὸ καὶ πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα δύο μέδιμνοι.
Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία παραπλησία τῇ τοῦ ῥοδίνου· πλὴν ἀλλʼ ἐάν τις μὴ ταχέως ἐξαίρῃ καὶ ἀποθλίβῃ σῆψις ἐγγινομένη φθείρει τὰ μύρα διὰ τὴν δυσωδίαν· ποιεῖ γὰρ σῆψιν ἀνυγραινομένη. Παραπλησία δʼ ἐργασία καὶ τοῦ μηλίνου· προστυφέντος γὰρ ἐλαίου καὶ τὰ μῆλα ἐμβάλλουσιν εἰς ψυχρὸν, εἶτʼ ἐξαιροῦσι πάλιν πρὸ τοῦ μελαίνεσθαι κατὰ πάσας τὰς ἐμβολάς· μελαινομένων γὰρ σῆψις διὰ τὸ ἀνυγραίνεσθαι καθάπερ καὶ ἐπὶ τῆς κύπρου.
Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν ἀπʼ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δʼ ἀπὸ ῥίζης τὰ δʼ ἀπὸ ξύλων τὰ δʼ ἀπὸ καρποῦ τὰ δʼ ἀπὸ δακρύων. Μικτὰ δὲ πάνθʼ ὡς εἰπεῖν. Ἀπʼ ἀν̔ θῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. Καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σιο σύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον· βέλτιστος δʼ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. Ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δʼ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἐλλάδι οὐ γίνεται διὰ τὸ ἄοδμον.