De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ὡσαύτως δὲ καὶ τῶν ἄλλων τὸ σησάμινον διὰ τὴν λιπαρότητα· πυρούμενον δὲ ἐξόζει σησάμου καθάπερ ἀναλυόμενον. Αἱ μὲν οὖν τῶν ἐλαίων φύσεις καὶ δυονάμεις τοιαῦται.

Τὰ δʼ ἀρώματα πάντα σχεδὸν καὶ εὔοσμα πλὴν τῶν ἀνθῶν ξηρὰ καὶ θερμὰ καὶ στυπτικὰ καὶ δηκτικά. Τὰ δὲ καὶ ἔχοντά τινα πικρότητα, καθάπερ καὶ ἐν τοῖς πρότερον εἴπομεν, ὥσπερ ἴρις, σμύρνα, λιβανωτὸς, ὡς δʼ ἁπλῶς εἰπεῖν καὶ τὰ μύρα. Κοινόταται δὲ τῶν δυνάμεων τό τε στυπτικὸν καὶ τὸ θερμαντικὸν ἃ δὴ καὶ ἐργάζονται.

Ὑποστύφονται μὲν οὖν πάντα πυρούμενα, τὰς δʼ ὀσμὰς τὰς κυρίας ἔνια λαμβάνει ψυχρὰ καὶ ἀπύρωτα. Καὶ ἔοικεν

ὥσπερ τῶν ἀνθῶν τὰ μὲν ψυχροβαφῆ τὰ δὲ θερμοβαφῆ παραπλησίως ἔχειν καὶ ἐπὶ τῶν ὀσμῶν. Πάντων δὲ ἡ ἕψησις εἴς τε τὴν ὑπόστυψιν καὶ τὰς κυρίας ὀσμὰς ἐνισταμένων τῶν ἀγγείων ὕδατι γίνεται καὶ οὐκ αὐτῷ τῷ πυρὶ χρωμένων· τοῦτο δὲ, ὅτι μαλακὴν εἶναι δεῖ τὴν θερμότητα, καὶ ἀπουσία πολλὴ γένοιτʼ ἂν τῇ φλογὶ χρωμένων, καὶ ἔτι καῦσιν ἂν ὄζοι.

Ποιεῖ δʼ ἐλάττω τὴν ἀπουσίαν ὅσα πυρούμενα λαμβάνει τὰς κυρίας ὀσμὰς μᾶλλον ἢ ὅσα ψυχρὰ διὰ τὸ προφυρᾶσθαι τὰ πυρούμενα, τὰ μὲν οἴνῳ εὐώδει, τὰ δὲ ὕδατι· ἧττον γὰρ ἀναπίνει· τὰ δὲ ψυχρὰ ξηρὰ ὄντα μᾶλλον καθάπερ ἴρις κοπεῖσα. Λαμβάνοντος γὰρ τοῦ ἀμφορέως ξηρᾶς ἴριδος κεκομμένης μέδιμνον καὶ δύο ἡμίεκτα πολλὴν ποιεῖν φασὶν ἀπουσίαν, ἐὰν δὲ μετρίως φυράσῃ λείπειν ὅσον δύο χόας τοῖς δὲ πολλοῖς ἔλαττον.