On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

δύσκαπνα δὲ τῶν ξύλων τά τε χλωρὰ καὶ τὰ σκολιὰ καὶ τὰ ταινιώδη καθάπερ ὁ φοῖνιξ· εὔϊνον γὰρ δεῖ καὶ εὐδιαίρετον εἶναι τῇ φλογί. διὸ καὶ τὰ ἐσχισμένα τῶν ἀσχίστων εὐκαυστότερα· κωλύει γὰρ ὁ φλοιός. καὶ ἐάν τις κινῇ καὶ μετατιθῇ καιόμενα καπνωδέστερα, ὅτι συμβαίνει τὰ μὲν μεταστραφέντα σβεννύεσθαι τὰ δὲ μὴ καίεσθαι προσπίπτοντος ἄρτι τοῦ πυρὸς ἀλλ᾽ ὅλα καπνίζειν· ἔνια δὲ καὶ τῶν εὐκαύστων περιφλοϊσθέντα πολὺ καυστότερα γίνεται καθάπερ τὰ ἐλάϊνα. διὸ καὶ οὐ πολύν χρόνον φασὶ δεῖν φυσᾷν ἐὰν μὴ πλῆθος ᾖ ξύλων. ἡ δὲ δριμύτης τοῦ καπνοῦ κατὰ τὴν ὑγρότητα τὴν κάστου, διὸ καὶ ἀπὸ τῶν συκίνων δριμύς· ὀπωδέστατον

γάρ. ὁ δὲ τῆς δᾷδος καὶ πεύκης οὐ δηκτικὸν ὅτι πίων καὶ ἐλαιώδης ὥσπερ ὁ καπνὸς συκινὸς? οὐχ ἔχων οὐδὲν τραχὺ καὶ

Ὅτι δ᾽ ἀπὸ μὲν τοῦ ἡλίου φως ἅπτουσι τῇ ἀνακλάσει ἀπὸ τῶν λείων τί τὸ ἄπορον — συμμιγνύουσι δὲ τὸ ὑπέκκαυμα — ἀπὸ δὲ τοῦ πυρὸς οὐχ ἅπτουσι αἴτιον ἥ τε λεπτομέρεια καὶ ὅτι συνεχὲς γίγνεται μᾶλλον ἀνακλώμενον, τὸ δ᾽ ἀδυνατεῖ διὰ τὴν ἀνομοιότητα. ὥστε τὸ μὲν τῷ ἀθροισμῷ καὶ τῇ λεπτότητι διαδυόμενον εἰς τὸ ἔκκαυμα δύναται καίειν τὸ δ᾽ οὐδέτερον ἔχον οὐ δύναται. ἐξάπτεται δὲ ἀπό τε τῆς ὑέλου καὶ ἀπὸ τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου τρόπον τινα ἐργασθέντων, οὐχ, ὥσπερ Γοργίας φησὶ καὶ ἄλλοι δέ τινες οἴονται, διὰ τὸ ἀπιέναι τὸ πῦρ διὰ τῶν πόρων.