On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
Ὁ δὲ καπνὸς ἧττον λυπεῖ ὅταν ἐν τῷ αὐτῷ πῦρ ᾖ. διὸ καὶ οἱ ἐν τοῖς σπηλαίοις πολιορκούμενοι τῷ καπνῷ πῦρ ἐὰν ἔχωσιν οὐδὲν πάσχουσι· σβέννυσι γὰρ τὸ ἐν τῷ καπνῷ θερμὸν τὸ πῦρ. ἐπεὶ πέφυκε τὸ πλεῖον τὸ ἔλαττον μαραίνειν, σβεννυμένου δὲ φθείρεται καὶ ὁ καπνός. διὸ καὶ ὁ ἥλιος ὥσπερ τὸ πῦρ βοηθεῖ πρὸς τὸ μὴ καπνίζεσθαι. τὸν δ᾽ ἐν ἐφικτῷ καὶ προσπίπτοντα ἐκπυροῖ. διὰ τοῦτο καὶ οἱ ἐγγὺς τοῦ πυρὸς ἧττον ἐνοχλοῦνται· καὶ γὰρ τοῦτο ποιεῖ καὶ ἀναφέρει καὶ ἀνωθεῖ πορρωτέρω.
διὰ τὸ αὐτὸ δὲκαὶ τὸ πολὺ πῦρ ἄκαπνον ὅτι φλογοῦται καὶ ἐξισχύεται πολλοῦ πυρὸς ὄντος· ὅταν γὰρ πλέον τὸ καιόμενον, ἔλαττον τὸ καπνιζόμενον, ἐξαφθέντος ἤ θυμιωμένου. καὶ ἐπὶ τῶν ζηρῶν ξύλων πυκνῶν συντιθεμένων ἄνωθεν οἱ ἄνθρακες ἐπιβαλλόμενοι ποιοῦσιν ἀκαπνότερον, ὅτι ἐκφλογοῦται πᾶς ὁ καπνὸς ἐμπίπτων εὐθὺς εἰς τὸ πῦρ καὶ τῇ πυκνότητι κατακλειόμενος.