On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ἀνθρώπων· οὐ γὰρ πᾶσιν αἱ αὐταὶ προσφιλεῖς ἀλλὰ μᾶλλον ἐν ταῖς κακώδεσι καὶ βαρείαις ὧν ἔνιαί γε κοιναὶ πᾶσιν οἷον αἱ ἔκ τινων ἐκπνέουσαι χασμάτων καὶ ἄντρων θανατηφόροι τοῖς προσπελάζουσιν. εἰ δ᾽ ἄρα καὶ αὗται τοῖς ἀναπνευστικοῖς μόνον ἀλλὰ τοῦτό γε φανερὸν ὥσπερ ἐπὶ τῶν χυμῶν ὅτι καὶ ὀσμαί τινες ἑκάστοις εἰσὶν οἰκεῖαι καὶ ὅτι τὸ εὐῶδες τὸ μὴ κατὰ τὴν τροφὴν ὀλίγοις ἢ οὐδενὶ προσφιλές· εἰ δὲ δή τινι καὶ συμφέρον ἀδηλότερόν ἐστιν. ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται τῶν ὑποκειμένων, ὅθεν δὲ ὁ λόγος ἐκεῖσε ἐπανιτέον.
ἑκάστου τῶν χυμῶν καὶ τῶν ὀσμῶν ἐστί τις φύσις ὥσπερ καὶ τῶν ζώων ἣ πρὸς ἑκάστην διάθεσιν ἁρμόττει καὶ κρᾶσιν. οὐ μὴν ἀλλ᾽ ὥστε καθόλου καὶ κοινῶς εἰπεῖν οἱ γλυκεῖς καὶ οἱ κατὰ ταύτην τὴν συστοιχίαν τροφιμώτεροι καὶ μᾶλλόν εἰσι κατὰ φύσιν· ἐναντίωμα δέ τι τάχα δ᾽ οὐκ ἀκόλουθον ἔσται τὸ ἀνάλογον, ὅτι χυμὸς μὲν ἅπασι προσφιλὴς ὁ γλυκὺς ὀσμὴν δὲ οὐκ ἔστιν οὕτω λαβεῖν, οὕτω γε τῷ γένει λαμβάνοντας εἰ μή τις ἄρα λανθάνει διὰ τὴν ἡμετέραν ἀσθένειαν τῆς αἰσθήσεως. ἴσως δ᾽ οὐδὲ τὸ περὶ τοῦ γλυκέος εἰρημένον ἁπλῶς ἀληθές. ὑπὲρ μὲν οὖν τούτων ἀρκείτω τὰ εἰρημένα.
Τῶν δὲ φυτῶν μᾶλλον δὲ πάντων ἐν οἷς οἱ χυμοὶ διὰ τί μὲν ἕκαστα τούτους ἔχει λέγω δ᾽ οἷον γλυκεῖς ἢ πικροὺς ἢ λιπαροὺς τὴν πρώτην αἰτιατέον σύστασιν ὑπὲρ ἧς οἱ μὲν τοῖς σχήμασι διορίζοντες ὥσπερ Δημόκριτος οἴονται λέγειν τινὰς αἰτίας ὁμοίως δὲ καὶ εἴ τις κατ᾽ αὐτὴν ἔχει τὸν ἴδιον ἀποδοῦναι περὶ ἑκάστου λόγον· οἱ δὲ κατὰ πέψιν καὶ ἀπεψίαν διαιροῦντες τὰ γλυκέα καὶ τὰ πικρὰ καὶ τὰ ἄλλα τάχ᾽ ἂν δόξειαν κωλύειν τὰ μικρῷ πρότερον ἡμῖν εἰρημένα· πέψει γὰρ
πρότερόν τινι φαίνεται πάντ᾽ ἐξομοιοῦσθαι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζώοις.ἀλλὰ τούτοις ὁμοίως λεκτέον ὅτι καὶ οἱ γλυκεῖς καὶ οἱ ἁπλῶς τρόφιμοι χυμοὶ καὶ αἱ ὀσμαὶ αἱ εὐώδεις πέψει τινὶ γίνονται καὶ κατεργασίᾳ καὶ ὅτι μᾶλλον ὡς τῷ γένει λαβεῖν πεπεμμένα τῶν ἀπέπτων ἑκατέρων πεττομένων κατὰ τὴν οἰκείαν πέψιν. ὑπὲρ μὲν οὖν τούτων ἐν τοῖς ἑπομένοις ἔσται φανερώτερον.
τῶν δ᾽ ἄλλων ἐκεῖνο δεῖ λαβεῖν πρῶτον ὃ κοινόν ἐστι τῆς τῶν φυτῶν οὐσίας. πάντα γὰρ ἐν τῇ γενέσει τῶν χυμῶν μεταβάλλει κατὰ τὴν πέψιν ἐξ ἄλλων εἰς ἄλλους χυμοὺς ὡς μὲν ἁπλῶς εἰπεῖν ἐκ τῶν στερητικῶν εἰς τοὺς κατ᾽ εἶδος οἷον ἐκ πικρῶν καὶ στρυφνῶν εἰς γλυκεῖς καὶ λιπαροὺς καὶ εἴ τις ἄλλος ὁμόστοιχος· ὡς δὲ καθ᾽ ἕκαστον ὡς ἂν ἡ διάκρισις ἔχῃ τῆς φύσεως, καὶ τὰ μὲν εἰς πλείους τὰ δ᾽ εἰς ἐλάττους· τὰ μὲν γὰρ ἐκ τοῦ πικροῦ καθάπερ ἐλάα συνεκβαίνουσα πρὸς τὸ στρυφνόν. τὰ δ᾽ ἐκ τοῦ στρυφνοῦ καθάπερ ἄπιοι καὶ τἆλλα· καὶ γὰρ τὰ ὀξέα πρότερον στρυφνά· τὰ δ᾽ ἐκ τοῦ στρυφνοῦ πρῶτον εἰς τὸν ὀξὺν εἶτ’ ἐκ τοῦ ὀξέος εἰς τὸν γλυκὺν ὥσπερ βότρυς.
ὡς γὰρ ὅλως εἰπεῖν πλείστας ἀλλοιώσεις οὗτος λαμβάνει καὶ ὅλως οἱ οἰνώδεις χυλοί. τὸ μὲν γὰρ πρῶτον ὥσπερ ὑδατώδης γίνεται μετὰ δὲ ταῦτα στρυφνὸς εἶτ᾽ ὀξὺς εἶτ᾽ ἔσχατον γλυκύς. ὡσαύτως δὲ καὶ τὸ συκάμινον· ἐκ στρυφνοῦ γὰρ ὀξὺ καὶ ἐξ ὀξέος γλυκὺ καὶ ἐπ᾽ ἄλλων δὲ τοῦτο συμβαίνει· τῆς γὰρ οἰνώδους γλυκύτητος ἐγγυτάτω κεῖται τὸ ὀξύ. δι᾽ ὃ καὶ οἱ ἀποροῦντες δι᾽ ὅτι τὸ συκάμινον ἐρυθρὸν ὂν ὀξύτερόν ἐστιν ἢ λευκὸν ἐγγυτέρω τῆς πέψεως ὂν οὐκ ὀρθῶς ἀποροῦσι· τότε γὰρ οἷον γένεσίς ἐστιν αὐτοῦ τοῦ οἰκείου χυμοῦ. λευκοῦ δ᾽ ὄντος ἡ στρυφνότης πλέον ἀπηρτημένη καὶ κοινοτέρα. διὰ τοῦτο γὰρ καὶ ἐνταῦθα ὅταν ᾖ ξηρότερόν ἐστιν· ἐρυθραινόμενον δὲ ἐξυγραίνεται καθάπερ ἔγχυλον γινόμε
νον.ὅλως γὰρ πᾶν τὸ περικάρπιον ξηρὸν ὂν τὸ πρῶτον ἀνυγραίνεται καὶ ἔστι γένεσις αὕτη τῶν χυλῶν ἐπιρρέοντος καὶ ὥσπερ διηθουμένου πλείονος ἀεὶ τοῦ ὑγροῦ καὶ ἀεὶ συναύξοντος ᾗ καὶ στρυφνὰ τὰ πολλὰ κατ᾽ ἀρχὰς οὐκ ἀλόγως ἅτε καὶ ξηρὰ ὄντα. ξηρότατα δὲ δοκεῖ τῶν ὑγρῶν ὧν ὀπώδης ἡ ὑγρότης ὥσπερ τῆς συκῆς κατὰ τὸ πάχος. τούτοις μὲν οὖν ὥσπερ ὑλικοί τινές εἰσι οἱ κατὰ τὰς στερήσεις ἐξ ὧν ἡ μετάβασις εἰς τὴν πέψιν, τοῖς δ᾽ οἷον οὐσία ταῦτα καὶ τέλη· πολλοὶ γὰρ καὶ πικροὶ καὶ στρυφνοὶ κατὰ φύσιν καὶ ὀξεῖς ὧν ἐξ ἀρχῆς ἧττον ἔγχυμος ἡ ὑγρότης.