On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπεὶ οὐδ᾽ οἱ γλυκεῖς χυμοὶ τρόφιμοι πάντες ἡμῖν ἀλλ᾽ οἱ μὲν ἐκστατικοὶ καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ ῥίζα καὶ ἄλλαι
τινὲς, οἱ δ᾽ ὑπνωτικοὶ πλείους δὲ διδόμενοι καὶ θανατηφόροι καθάπερ ὁ μανδραγόρας ἔνιοι δὲ ὁμολογουμένως ἐπιθάνατοι· πολλοὶ γὰρ ἤδη καὶ πολλαχοῦ ῥίζας φαγόντες ἃς ἠγνόουν γλυκείας τε τῇ γεύσει καὶ ἡδείας ἀπέθανον καὶ ἄλλα τοιαῦτα πλείω τυγχάνει τὰ μὲν βλάπτοντα τὰ δὲ καὶ ὅλως ἀναιροῦντα τῶν κατὰ τὴν προσφορὰν ἡδέων ἢ ἀλύπων.ἔνια δὲ πάλιν ὠφελοῦντα τῶν ἀηδῶν καὶ πικρῶν οἷον καὶ τὰ ἄρτι λεχθέντα κενταύριον καὶ ἀψίνθιον καὶ ὅσα δὴ φαρμακωδεστέρους ἔτι τοὺς χυμοὺς ἔχει· πολλὰ γὰρ καὶ τούτων ὀνίνησι. τῶν δὲ καὶ ὅλως ὁ χυμὸς ἄτροφος ὢν ὡσπερεὶ ἥδυσμα τῆς τροφῆς ἐστιν οἷον ὁ ἁλμυρὸς καὶ ὀξύς· οὐδὲ γὰρ δυνάμεθα κρατεῖν ἀκράτου καθάπερ οὐδὲ τῶν ἁλῶν ἔνια ζώων δι᾽ ὃ καὶ τούτοις παρέχομεν τοὺς ἅλας. ἔνια δὲ καὶ αὐτὰ ἑαυτοῖς εὑρίσκει τὰ πρόσφορα πρὸς τὴν τοιαύτην ἐπικουρίαν ὥσπερ καὶ οἱ ὀρνίθες ἤδη. καὶ φανερὸν ἂν δόξειεν ὡς οὐκ ἔστιν ἁπλῶς μεμερισμένα τὸ μὲν ὥσπερ φυσικὸν τὸ δ᾽ ὡς ἐν στερήσει καὶ παρὰ φύσιν.
ἀλλὰ καὶ τὸ ἡμῖν ἄτροφον ἑτέροις τρόφιμον καὶ τὸ ἄλλοις τρόφιμον ἄλλοις ἄτροφον. ὡς γὰρ ἂν αἱ φύσεις ἔχωσι κατὰ τὰς κράσεις οὕτως καὶ αἱ τροφαὶ καθ᾽ ἕκαστον ἁρμόσουσιν. ὁμοίως δὲ καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι καὶ αἱ βοήθειαι πρὸς τὰ πάθη καὶ τὰς διαθέσεις ὃ καὶ φανερὰ ποιοῦντα πολλὰ τῶν ζώων ἐστὶν οὐ πρὸς τὰ συμβαίνοντα πάθη μόνον αὐτομάτως ἀλλὰ καὶ κατ᾽ αὐτὰς τὰς ἐδωδὰς ὅταν ἄλλο φάγωσιν ἕτερον ἐπεσθίοντα καθάπερ οἱ ἔχεις τὸ πήγανον ὅταν τὸ σκόρδον.
Ἔχει δὲ καὶ κατὰ τὰς ὀσμὰς ὁμοίως· ἄλλαι γὰρ ἄλλοις ἐναντίαι καὶ οὐ πρόσφοροι καὶ οὐ μόνον εἰς τὸ μὴ δεῖσθαι μηδὲ ζητεῖν ἀλλ᾽ ὑπὸ τῶν ἡδίστων ἡμῖν ἀναιρεῖσθαι καθάπερ οἱ γύπες ὑπὸ τῶν μύρων καὶ οἱ κάνθαροι ὑπὸ τῶν ῥόδων. πολεμοῦσι δὲ δὴ σφόδρα καὶ
αἱ μέλιτται τοῖς μεμυρισμένοις. ὅλως μὲν γὰρ ἢ οὐδὲν ἢ βραχύ τι πάμπαν ἐστὶν ἐν τοῖς ἄλλοις ζώοις τὸ τὴν εὐωδίαν δίωκον αὐτῆς χάριν, ἀλλ᾽ εἴπερ κατὰ συμβεβηκὸς ὧν ἡ τροφὴ τοιαύτη· πρὸς ταύτην γὰρ ἦν ἡ ἐπιθυμία καὶ ταύτης.εἰ δ᾽ ἄρα καὶ τοιοῦτόν ἐστι ἡμῖν γε οὐ σαφές. ἐπεὶ καὶ τὴν πάρδαλιν τοῖς μὲν ἄλλοις ἡδύ φασιν ὄζειν δι᾽ ὃ καὶ θηρεύειν αὐτὴν κατακειμένην καὶ ταύτῃ προσαγομένην, ἡμῖν δ᾽ οὐδεμίαν εὐωδίαν ἐμφαίνει· εἰ μὴ κἀκεῖνο ἀληθὲς ὥσπερ ἐστὶν ἀληθὲς ὅτι χειρίστην ἔχομεν πάντων τὴν ὄσφρησιν. καὶ διὰ τοῦτο ὡς εἰπεῖν πολλαὶ λανθάνοιεν ἂν ἡμᾶς ὀσμαὶ καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ τὰ κατὰ ταύτας.
ὃ δ᾽ ἄν τῳ δόξειεν ἄτοπον εἶναι τὸ τὰ ἄλλα ζῶα σαφεστέραν ἔχοντα μηδ᾽ αἰσθάνεσθαι μηδὲ κρίνειν τὰς εὐωδίας οὐκ ἔστιν ἄτοπον. τάχα μὲν γὰρ καὶ αἰσθάνονται πρὸς δὲ τὴν φύσιν αὐτῶν οὐχ ἁρμόττουσιν ἀλλὰ καὶ ἐναντίαι καθάπερ ἐπὶ τῶν γυπῶν ἐλέχθη καὶ ὡς τὰ ἔντομα πάντα ὑπὸ τοῦ ἐλαίου βαρύνεται· φεύγει γὰρ αὐτὰ τὴν ὀσμήν. ἕτερα δ᾽ ὑφ᾽ ἑτέρας τινὸς ἴσως. ἄλογον δ᾽ ἐνταῦθα δόξειεν ἂν συμβαίνειν πρὸς ἐκείνην τὴν ὑπόθεσιν εἰ ὁ λιπαρὸς τοῦ γλυκέος εἶδος ἔνια δὲ προσφιλέστατα τῷ γλυκεῖ καθάπερ οἱ κνῖπες --- οὐδὲν γὰρ τῶν οἰκείων φθαρτικὸν εἰ μὴ ταῖς ὑπερβολαῖς.
ἀλλὰ τούτου μὲν τὴν αἰτίαν ἐν τῇ δριμύτητι ληπτέον ὥσπερ καὶ τῆς ὀριγάνου καὶ τῶν τοιούτων· ἅπαντα γὰρ φεύγει. τὸ δὲ μὴ αἰσθάνεσθαι καθάπερ λέγουσιν οὐ σαφὲς ἡμῖν· εἰ μὴ ἄρα καὶ τοὺς πόρους ἐνταῦθα ἄν τις αἰτιάσαιτο καθάπερ ἔνιοι τῶν φυσικῶν τῷ ἢ ἁρμόττειν ἢ μή· δι᾽ ὃ καὶ διαιροῦσι τοῖς μεγέθεσι τὰ μὲν μικρὰ φάσκοντες τῶν τοιῶνδε αἰσθάνεσθαι τὰ δὲ μείζω τῶν τοιῶνδε μᾶλλον οὐχ ἱκανὴν οὐδ᾽ οἰκείαν ἴσως διαίρεσιν διαιροῦντες. οὐδ᾽ ἐν τοῖς πόροις ἡ αἴσθησις ἀλλὰ μᾶλλον πρὸς τὴν διάθεσιν καὶ τὴν κρᾶ
σιν τό τε πάθος ἀποδοίη καὶ τὴν ἀπάθειαν ἐν οἷς τὸ ἡδὺ καὶ τὸ λυπηρόν.