On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἀεὶ γὰρ ἡ φύσις ἐξομοιοῦν ἐθέλει τῷ ὑποκειμένῳ τοῦτο καὶ ἐν τοῖς ζώοις καὶ ἐν τοῖς φυτοῖς. ποιεῖται γὰρ καὶ τροφὴ γίνεται πᾶσιν ὅταν κρατηθῇ τὸ λαμβανόμενον. εἰ δὲ δὴ καὶ ἔνια τρέφεται διεφθαρμένοις τισὶν ὥσπερ καὶ τῶν ζώων ὧν καὶ ἡ γένεσις ἐκ τούτων οὐδ᾽ ἂν ἡ τῆς τροφῆς ἱκανὴ πίστις εἴη πρὸς τὸ κατὰ φύσιν οὐδ᾽ ἂν ἡ πρώτη σύστασις ἀλλ᾽ ἑκάστοις μεμερισμέναι κατὰ τὰς μίξεις.

ἐπεὶ οὐδ᾽ οἱ γλυκεῖς χυμοὶ τρόφιμοι πάντες ἡμῖν ἀλλ᾽ οἱ μὲν ἐκστατικοὶ καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ ῥίζα καὶ ἄλλαι

τινὲς, οἱ δ᾽ ὑπνωτικοὶ πλείους δὲ διδόμενοι καὶ θανατηφόροι καθάπερ ὁ μανδραγόρας ἔνιοι δὲ ὁμολογουμένως ἐπιθάνατοι· πολλοὶ γὰρ ἤδη καὶ πολλαχοῦ ῥίζας φαγόντες ἃς ἠγνόουν γλυκείας τε τῇ γεύσει καὶ ἡδείας ἀπέθανον καὶ ἄλλα τοιαῦτα πλείω τυγχάνει τὰ μὲν βλάπτοντα τὰ δὲ καὶ ὅλως ἀναιροῦντα τῶν κατὰ τὴν προσφορὰν ἡδέων ἢ ἀλύπων.

ἔνια δὲ πάλιν ὠφελοῦντα τῶν ἀηδῶν καὶ πικρῶν οἷον καὶ τὰ ἄρτι λεχθέντα κενταύριον καὶ ἀψίνθιον καὶ ὅσα δὴ φαρμακωδεστέρους ἔτι τοὺς χυμοὺς ἔχει· πολλὰ γὰρ καὶ τούτων ὀνίνησι. τῶν δὲ καὶ ὅλως ὁ χυμὸς ἄτροφος ὢν ὡσπερεὶ ἥδυσμα τῆς τροφῆς ἐστιν οἷον ὁ ἁλμυρὸς καὶ ὀξύς· οὐδὲ γὰρ δυνάμεθα κρατεῖν ἀκράτου καθάπερ οὐδὲ τῶν ἁλῶν ἔνια ζώων δι᾽ ὃ καὶ τούτοις παρέχομεν τοὺς ἅλας. ἔνια δὲ καὶ αὐτὰ ἑαυτοῖς εὑρίσκει τὰ πρόσφορα πρὸς τὴν τοιαύτην ἐπικουρίαν ὥσπερ καὶ οἱ ὀρνίθες ἤδη. καὶ φανερὸν ἂν δόξειεν ὡς οὐκ ἔστιν ἁπλῶς μεμερισμένα τὸ μὲν ὥσπερ φυσικὸν τὸ δ᾽ ὡς ἐν στερήσει καὶ παρὰ φύσιν.

ἀλλὰ καὶ τὸ ἡμῖν ἄτροφον ἑτέροις τρόφιμον καὶ τὸ ἄλλοις τρόφιμον ἄλλοις ἄτροφον. ὡς γὰρ ἂν αἱ φύσεις ἔχωσι κατὰ τὰς κράσεις οὕτως καὶ αἱ τροφαὶ καθ᾽ ἕκαστον ἁρμόσουσιν. ὁμοίως δὲ καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι καὶ αἱ βοήθειαι πρὸς τὰ πάθη καὶ τὰς διαθέσεις ὃ καὶ φανερὰ ποιοῦντα πολλὰ τῶν ζώων ἐστὶν οὐ πρὸς τὰ συμβαίνοντα πάθη μόνον αὐτομάτως ἀλλὰ καὶ κατ᾽ αὐτὰς τὰς ἐδωδὰς ὅταν ἄλλο φάγωσιν ἕτερον ἐπεσθίοντα καθάπερ οἱ ἔχεις τὸ πήγανον ὅταν τὸ σκόρδον.

Ἔχει δὲ καὶ κατὰ τὰς ὀσμὰς ὁμοίως· ἄλλαι γὰρ ἄλλοις ἐναντίαι καὶ οὐ πρόσφοροι καὶ οὐ μόνον εἰς τὸ μὴ δεῖσθαι μηδὲ ζητεῖν ἀλλ᾽ ὑπὸ τῶν ἡδίστων ἡμῖν ἀναιρεῖσθαι καθάπερ οἱ γύπες ὑπὸ τῶν μύρων καὶ οἱ κάνθαροι ὑπὸ τῶν ῥόδων. πολεμοῦσι δὲ δὴ σφόδρα καὶ

αἱ μέλιτται τοῖς μεμυρισμένοις. ὅλως μὲν γὰρ ἢ οὐδὲν ἢ βραχύ τι πάμπαν ἐστὶν ἐν τοῖς ἄλλοις ζώοις τὸ τὴν εὐωδίαν δίωκον αὐτῆς χάριν, ἀλλ᾽ εἴπερ κατὰ συμβεβηκὸς ὧν ἡ τροφὴ τοιαύτη· πρὸς ταύτην γὰρ ἦν ἡ ἐπιθυμία καὶ ταύτης.

εἰ δ᾽ ἄρα καὶ τοιοῦτόν ἐστι ἡμῖν γε οὐ σαφές. ἐπεὶ καὶ τὴν πάρδαλιν τοῖς μὲν ἄλλοις ἡδύ φασιν ὄζειν δι᾽ ὃ καὶ θηρεύειν αὐτὴν κατακειμένην καὶ ταύτῃ προσαγομένην, ἡμῖν δ᾽ οὐδεμίαν εὐωδίαν ἐμφαίνει· εἰ μὴ κἀκεῖνο ἀληθὲς ὥσπερ ἐστὶν ἀληθὲς ὅτι χειρίστην ἔχομεν πάντων τὴν ὄσφρησιν. καὶ διὰ τοῦτο ὡς εἰπεῖν πολλαὶ λανθάνοιεν ἂν ἡμᾶς ὀσμαὶ καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ τὰ κατὰ ταύτας.