On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἐπεὶ δ᾽ ἐν τρισὶν οἱ χυμοὶ — φυτοῖς τε γὰρ καὶ ζώοις εἰσί τινες καὶ ὀσμαὶ καὶ χυμοὶ κατὰ τὰς κράσεις, ἔτι δ᾽ ἐν τοῖς κατὰ τέχνης παρασκευήν τινα μιγνυμένοις ἢ καὶ αὐτομάτως ἀλλοιουμένοις ὁτὲ μὲν ἐπὶ τὸ βέλτιον ὁτὲ δ᾽ ἐπὶ τὸ χεῖρον ὥσπερ τῶν σηπομένων — τὸ μὲν ὑπὲρ ἁπάντων τούτων εἰπεῖν κοινότερόν τε καὶ καθόλου μᾶλλόν ἐστιν ὑπὲρ δὲ τῶν φυσικῶν πρῶτον λεκτέον, ἀρχὴ γὰρ ἐν ἅπασιν ἡ φύσις, καὶ τούτων ὅσοι κατά τε τὰ ἁπλᾶ φαίνονται καὶ ὅλως τὰ ἄψυχα καὶ ὅσοι κατὰ τὰ φυτὰ καὶ τοὺς καρπούς. καὶ γὰρ ταῦτα πρότερ᾽ ἄν τις τιθεῖτο τῶν ζώων ἅμα δὲ καὶ ἡμῖν ἡ σκέψις ὑπὲρ τούτων οἷον συνεχὴς οὖσα τοῖς πρότερον.

οἱ μὲν οὖν ἐν τῇ γῇ ξυνιστάμενοι χυμοὶ τῶν ὑγρῶν, οὗτοι γὰρ ἐμφανέστατοι, λέγω δ᾽ οἷον ὀξεῖς καὶ ἁλμυροὶ γινόμενοι μὲν δῆλον ὅτι διὰ τὰς αὐτάς πως ἢ παραπλησίας ἀνάγκας δι᾽ ἃς καὶ ἐν τοῖς φυτοῖς, οὐ μὴν οὔτε ἴσοι τὸ πλῆθος οὐδ᾽ ὅμοιοι τούτοις ἀλλὰ θολερώτεροι διὰ τὸ μὴ τὴν αὐτὴν πέψιν μηδ᾽ ὁμοίαν ἔχειν. τὸ δὲ πλῆθος οὐ συμ

βλητοί. πολλοὶ γὰρ οἱ τῶν καρπῶν καὶ ἀνόμοιοι χυμοὶ καὶ οὐδαμῶς ἔνιοί γε ἐμφαινόμενοι τοῖς ἐκ τῆς γῆς οἷον ὁ αὐστηρὸς καὶ δριμὺς καὶ ἄλλοι δὲ πλείους.

εἰ μή τις λέγοι τῇ μίξει καὶ τῇ κράσει τῶν ἄλλων γίνεσθαι τούτους τοῖς δὲ γένεσιν εἶναι τοὺς αὐτούς· οὕτω δ᾽ ἂν εἴησαν ἄπειροι, ἄπειροι γὰρ οἱ λόγοι τῶν μίξεων. καὶ ἔτι δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ διαφοραὶ δι᾽ ὃ καὶ οἱ ὁμογενεῖς πλείους οἷον αὐστηροὶ λιπαροὶ πικροὶ γλυκεῖς ὅθεν καὶ οἱ παλαιοὶ τῶν φυσιολόγων ἀπείρους ἐτίθεντο τοὺς χυμοὺς ὥσπερ καὶ Μενέστωρ· ὁποία γὰρ ἄν τις ἡ μίξις καὶ ἡ πέψις γένηται τοῦ ὑγροῦ ἐμφύτου τοιοῦτον εἶναι καὶ τὸν χυμόν. οὐ μὴν ἀλλὰ βέλτιόν γε οἱ ὡρισμένους λέγοντες ἐκ τούτων δ᾽ ἤδη κατὰ τὰς μίξεις ποιοῦντες τὰς διαφοράς. ἴδιος γοῦν τῶν ἐκ τῆς γῆς ὁ ἁλμυρός· οὐδ᾽ ἑνὸς γὰρ καρποῦ τοιοῦτος ἀλλ᾽ εἴπερ φύλλου καὶ καυλοῦ καὶ κελύφους. ἀλλὰ περὶ μὲν τούτου τὴν αἰτίαν ὕστερον λεκτέον.

Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθάπερ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαίνει τοῦτον ὄγδοον εἶναι. γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ᾽ οὐδ᾽ ὥσπερ ὁ γαλακτώδης εἰς τὸν γλυκὺν ἄν τεθείη — καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος — οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ᾽ ἰδία τις ἡ φύσις καθ᾽ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ στρυφνὸν καὶ αὐστηρόν.

ἀλλὰ γὰρ τοῦτο μὲν οὐκ ἂν ἴσως διαφέροι

πρὸς τὴν τῶν ἄλλων θεωρίαν. ὁ δὲ ἀριθμὸς ὁ τῶν ἑπτὰ καιριώτατος καὶ φυσικώτατος. πότερον δὲ τοὺς μὲν ὥσπερ ἀρχὰς τοὺς δὲ ὡς στερήσεις δεῖ λέγειν οἷον τὸν μὲν γλυκὺν καὶ λιπαρὸν καὶ ὅσοι σύστοιχοι τούτοις ἀρχὰς, ἐκ τούτων γὰρ αἱ γενέσεις καὶ αἱ τροφαὶ, τοὺς δ᾽ ἄλλους στερήσεις, ἢ πάντας φυσικούς; ἔοικε γὰρ εἰ μὲν εἰς τὸ ἄριστον δεῖ τάττειν τὴν φύσιν ἐν τούτοις εἶναι μόνον, ἅμα δὲ καὶ τὸ τῆς τροφῆς καὶ γενέσεως ἀληθινόν. οὐδὲν γὰρ ὡς εἰπεῖν οὔτε τρέφεσθαι δοκεῖ διὰ τῶν ἑτέρων οὔτε γίνεσθαι. εἰ δ᾽ εἰς τὸ πλείονα εἴδη εἶναι ἐκεῖνοί γε μᾶλλον ἢ οὐχ ἧττον κατὰ φύσιν, ὀλίγοι γὰρ ἐν τούτῳ τῷ μέρει.

σχεδὸν δέ τι παρόμοιόν ἐστι τὸ ζητούμενον καὶ ἐπὶ τῶν ἄλλων ζώων πρὸς τὸν ἄνθρωπον πότερα κατὰ φύσιν ἢ κατὰ στέρησιν τἆλλα. καθάπερ γὰρ καὶ τούτων ἴδιαί τινες αἱ οὐσίαι καὶ τῶν φυτῶν ὁμοίως. εἰ οὖν ἡ μὲν στέρησις ἐν ἀτελείᾳ τινὶ καὶ ἐνδείᾳ ταῦτα δὲ καὶ γεννᾷ καὶ ἐκτρέφει τὰ ὅμοια καὶ ἰσχυρότερα πολὺ τῶν ἑτέρων οὐκ ἂν εἴησαν κατὰ στέρησιν. ἔτι δὲ ἔν γε τοῖς φυτοῖς ἅμα συμβαίνει μὴ τελεοκαρπεῖν καὶ ἧττον εἶναι πικρὰ τὰ ἐν τούτῳ τῷ γένει, καθάπερ ἐπὶ τοῦ κενταυρίου καὶ ἀψινθίου καὶ τῶν τοιούτων, ὡς ἐκεῖσε τῆς φύσεως φερομένης καὶ τὴν γλυκύτητα καθάπερ ἀπεψίαν τινὰ οὖσαν ἢ ἔλλειψιν πέψεως.