On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἅμα δὲ καὶ τὴν ὑγρότητα καὶ τὴν ξηρότητα καὶ τὴν πολυτροφίαν καὶ τὴν ὀλιγοτροφίαν καὶ τὴν εὔπνοιαν εἰκός τι συμβάλλεσθαι πρὸς τὰς ὀσμὰς εἴπερ ὅλως καὶ τὰ ξηρὰ καὶ ἐν ξηροῖς καὶ ὀλιγότροφα καὶ ἐν εὔπνοις εὐοσμότερα· μιγνυμένη γὰρ ἡ πλείων ὑγρότης ἀμβλύνει τὴν ὀσμήν· δι᾽ ὃ καὶ ἐν τοῖς παλισκίοις καὶ ἐφύδροις

οὐκ εὔοσμα καὶ μάλιστα δὴ τῇ παχύνσει καθάπερ εἴρηται λαμβάνει τὴν μεταβολήν.

ὡς δ᾽ ἁπλῶς εἰπεῖν καὶ ξηρότερα τὰ ἄγρια καὶ ὀλιγοτροφώτερα καὶ ἐν εὐπνοίᾳ μᾶλλον καὶ ἐν ἡλιώσει καὶ ἔτι λεπτοχυλότερα καὶ οὐχ ὁμοίως τὸν χυλὸν ἀναμεμιγμένον ἔχοντα τῇ σαρκὶ τοῖς ἡμέροις· ἅπαντα δὴ ταῦτα συμβάλλεται πρὸς εὐοσμίαν. ἰδεῖν δὲ τοῦτ᾽ ἔστι καὶ ἐπὶ τῶν οἴνων· οἱ μὲν γὰρ γλυκεῖς ὅλως ἄοσμοι καὶ οἱ μαλακοὶ, τῶν δὲ ἄλλων οἱ λεπτοὶ μᾶλλον εὐώδεις καὶ θᾶττον τῶν πιόνων παριστάμενοι καὶ παχέων·

ἔτι δὲ ἅμα τῇ εὐοσμίᾳ συμβαίνει καθάπερ χωρισμόν τινα γίνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ γεώδους ὑφισταμένης τῆς τρυγὸς καὶ πρὸς τούτοις ἀποπνοὴν τοῦ ὑδατώδους ὥστε διὰ πάντων εἶναι τὴν εὐωδίαν λεπτότητός τε καὶ χωρισμοῦ καὶ διαπνοῆς· ἐπεὶ καὶ αὐτοῦ τοῦ κεραμίου τὸ πρὸς τῇ τρυγὶ ἧττον εὔοσμον. ἡ δ᾽ αὐτὴ αἰτία καὶ τοῦ θᾶττον παρίστασθαι τοὺς ἠθητικούς τῶν οἴνων· λεπτότεροι γὰρ καὶ ὥσπερ εὐθὺς ἄμικτοι. συνεπιμαρτυρεῖ δὲ καὶ τὸ ἐκ τῶν λεπτοτέρων καὶ εὐείλων καὶ εὐπνόων εὐωδεστέρους γίνεσθαι καὶ ἐκ τῶν πρεσβυτέρων ἢ νεωτέρων· ἔτι δ᾽ ὅσοι πολύοσμοι καὶ ἰσχυροὶ ταῖς ὀσμαῖς οὐκ ἔχουσιν ἐν τῇ γεύσει τὸ μαλακὸν ὡς οὐκ οὔσης ἅμα τῆς τε κατὰ τὸν χυλὸν εὐστομίας καὶ πολυοσμίας καὶ ἰσχύος.

ὅπερ καὶ ἐπὶ τῶν μύρων καὶ ἐπὶ τῶν θυμιαμάτων καὶ ἐπὶ τῶν στεφανωμάτων καὶ ἐπὶ τῶν ἄλλων τῶν εὐόσμων συμβαίνει· πάντα γὰρ πικρὰ καὶ δύσχυμα τὰ τοιαῦτα καθάπερ αἱ ἀμυγδάλαι. καὶ οἱ ὀρεινοὶ δὲ τῶν οἴνων ὀσμὴν μὲν ἔχουσιν ἔνιοι σκληροὶ δὲ καὶ οὐκ εὔχυλοι. ἐξ ἁπάντων οὖν τούτων δῆλον ὡς ἕτερον τὸ τὴν εὐοσμίαν ποιοῦν. ἐὰν οὖν συμμετρίαν τινὰ λάβῃ τῆς κράσεως ἥδιστον τὸ ἐξ ἀμφοῖν ἄλλως τε καὶ ὧν κατὰ τὴν γεῦσιν ἡ ἀπόλαυσις. ἐπεὶ καὶ τῶν ἐν ταύτῃ ἀγρίων τινῶν ἔφαμεν λυπεῖν τὸ δριμὺ καὶ ἄκρατον ὥσπερ ἑρπύλλου

καὶ ἀβροτόνου καὶ πηγάνου· μιχθείσης δὲ ὑγρότητος συμφύτου μᾶλλον εὔστομον γίνεται εὐχυλοτέρων γινομένων· ἐὰν δὲ ὑπεραίρῃ θάτερον ἐπιζητοῦμεν τὸ ἐλλεῖπον· ἅμα γάρ πως ἡ ἀπόλαυσις ἐν τοῖς τοιούτοις τῶν γευστῶν ὀσμῶν καὶ χυλῶν.

χρὴ δὲ πειρᾶσθαι καθόλου διαιρεῖν ὥσπερ εἴπομεν εἰ ἐν τῷ χυλῷ μὲν ἡ εὐστομία καὶ ἡ γλυκύτης ἀπὸ τοῦ χυλοῦ δὲ ἡ ὀσμὴ ποῖος ἑκάτερος καὶ πῶς ἔχων. ἐκεῖνο δ᾽ οὖν φανερὸν ἐκ τῶν εἰρημένων ὅπερ ἐξ ἀρχῆς ἠπορήθη διὰ τί οἱ ἄγριοι τῶν καρπῶν εὐοσμότεροι. φαίνεται δὲ κἀκεῖνο συμφωνεῖν ὥστε ἐν τοῖς ἀτέλεσι καὶ τοῖς στερητικοῖς χυλοῖς μᾶλλον εἶναι τὴν εὐοσμίαν εἴ γε τὰ μὲν πικρὰ τὰ δὲ δριμέα τὰ δ᾽ αὐστηρὰ τὰ δὲ στρυφνὰ τὰ δὲ ἄλλας ἔχοντα δυσχερείας. οὐκ ἀλόγως δ᾽ ἴσως· ἡ ἀποπνοὴ γάρ τις μᾶλλον ἀπὸ τούτων ὥστ᾽ ἐὰν μὲν εὔκρατα λάβῃ σύμμετρον εἶναι πρὸς τὴν ὄσφρησιν ἐὰν δὲ ὑπερβάλλοντα δυσχερῆ καὶ βαρεῖαν ἤδη. καὶ οὐκ ἂν δόξειεν ἐν στερήσει τοιοῦτον εἶναι γένος ἀλλ᾽ ἑτέραν τινα φύσιν ἔχειν εἴ γε ἔνια ποιητικὰ τῶν ἄκρων. ἡ μὲν οὖν εὐοσμία διὰ τοῦτο ἐν τοῖς μὴ γλυκέσι καὶ δυσχύλοις μᾶλλον ὡς εἰπεῖν. τῶν δ᾽ ὀσμῶν ἡ μὲν ἰσχὺς ἑκάστων δῆλον ὅτι κατὰ τὴν ὑποκειμένην φύσιν.

Οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν ἀνθέων ἐξ ἀποστάσεως ἢ πλησίον ἐλθοῦσιν εὐοσμότερα καθάπερ καὶ τὰ ἴα δοκεῖ. τὸ δ᾽ αἴτιον ὅτι πρὸς μὲν τὰ πόρρω καθαρὰ φέρεται καὶ ἀμιγὴς ἡ ὀσμὴ πλησίον δ᾽ ὄντων ὅτι συναπορρεῖ τινα καὶ ἀπὸ τῶν ἄλλων μορίων ἅπερ οὐ διϊκνεῖται πρὸς τὰ πόρρω διὰ τὸ γεωδέστερα καὶ παχύτερα εἶναι. καθόλου γὰρ ταῖς μὲν ἀσθενέσι τῶν ὀσμῶν ἡ ἀμιξία τῶν δ᾽ ἰσχυροτέρων ἐνίαις αἱ μίξεις αἱ οἰκεῖαι χρησιμώτεραι καθάπερ τοῖς χυλοῖς οἷον καὶ τῇ σμύρνῃ·

δοκεῖ γὰρ ἄμεινον θυμιᾶσθαι καταβραχεῖσα μελικράτῳ ἢ γλυκεῖ· μαλακωτέρα γὰρ ὀσμὴ κεραννυμένη καὶ γλυκυτέρα

γίνεται. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν χυλῶν. ἔνιοι γὰρ δέονται μίξεως πρὸς εὐστομίαν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἕωθεν καὶ ὀσμαὶ πλεῖσται καὶ ἀκρατέστεραι, προσιούσης δὲ τῆς μεσημβρίας ἧττον, μεσημβρίας δ᾽ ἥκιστα διὰ τὸ ἀναξηραίνειν τὸν ἥλιον.

ὡς δ᾽ ἐν ταῖς τῆς ἡμέρας ὥραις ὁμοίως καὶ ἐν ταῖς τοῦ ἐνιαυτοῦ κατὰ λόγον πλὴν εἴ τινων ὀσμαὶ καὶ πεπάνσεις κατ᾽ ἄλλην ὥραν ἢ εἴ τινων αἱ κράσεις τοῦ ἀέρος σύμμετροι πρὸς τὰς ὀσμὰς, ὅπερ καὶ καθ᾽ ἑσπέραν ἐστὶν ἐπὶ τῆς ἑσπερίδος καλουμένης· αὕτη γὰρ τῆς νυκτὸς ὄζει μᾶλλον. κατὰ δὲ τὰς ἡλικίας οὐκ ἐν ταῖς ἄκραις ἀλλ᾽ ἐν ταῖς ἀκμαῖς εὐοσμότατα μικρόν τε παρεγκλίνοντα τὴν ἀκμήν.

οὐ γὰρ ἴσως ἡ αὐτὴ χυλοῦ καὶ ὀσμῆς πέψις. τὸ μὲν γὰρ νέον ἅτε πλείω τροφὴν ἐπισπώμενον οὐ πέττει τὸ δὲ γεγηρακὸς ἐξασθενεῖ δι᾽ ἔνδειαν θερμότητος. οὐ μὴν ἀλλὰ ταῦτά γε εὐοσμότερα τῶν νέων· ἐλάττων γὰρ ἡ ὑγρότης ὥστ᾽ ἐπικρατεῖ μᾶλλον ὥσπερ καὶ τὰ ἐν ταῖς χώραις ταῖς λεπτογείοις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν τὰ ἐν τῇ ἀκμῇ καὶ πρὸς εὐχυλίαν ἄριστα καὶ πρὸς εὐοσμίαν ὧν ἑκατέροις ἐνταῦθα τὸ τέλος.

ἐν δὲ τοῖς ψύχεσι καὶ πάγοις ἀμβλύτεροι καὶ οἱ χυλοὶ καὶ αἱ ὀσμαὶ διὰ τὴν πῆξιν· πεπηγότα γὰρ οὐ διαδίδωσιν. ἅμα δὲ καὶ ἀφανίζεταί πως ὑπὸ τοῦ ψύχους κατακρατοῦντος μᾶλλον κἀκεῖνα καὶ ἡ αἴσθησις· ἀμφότερα γὰρ ἐξίστησιν ἐκεῖνα δὲ μᾶλλον. ἐπεὶ καὶ τῶν καρπῶν ἐξαιρεῖται τὴν γλυκύτητα διατμίζον τῇ πήξει καὶ ἐξαεροῦν. ὡσαύτως δὲ καὶ ἡ τῶν καυμάτων ὑπερβολὴ τοὺς χυλοὺς λυμαίνεται· τὰ μὲν γὰρ κατακάει τὰ δὲ οὐ πέττει τὰ δ᾽ ὥσπερ σήπει καὶ διυγραίνει καθάπερ καὶ ἐπὶ τῶν συκῶν ἐλέχθη· τὰς δ᾽ ὀσμὰς ἴσως ἐνίων μᾶλλον διατηρεῖ.

τάχα δὲ καὶ ποιεῖ τάς γε ἐν τοῖς ξηροῖς γινομένας, ἄκρατοι γὰρ αὗται. πολλὰς δὲ καὶ φθείρει· τὰς δ᾽ ἐν τοῖς καρποῖς ἐγχυλοτέρας καὶ μεμιγμένας

τινὰς εἶναι μὴ πεπαινομένων δὲ καλῶς οὐ γίνεσθαι. τὸ δ᾽ ὅλον ἐν συμμετρίᾳ τινὶ τὴν μίξιν ὑπάρχειν καὶ ἐμφαίνεσθαί πως τὴν τοῦ ξηροῦ φύσιν ἐν ταῖς ὀσμαῖς. τοῦτο γὰρ τὸ τὰς ὀσμὰς ποιοῦν ἢ πάντων ἤ τινων· ὅπερ φανερὸν εὐθὺ καὶ ἐπὶ τῆς γῆς ἐστιν ἐν τοῖς τοιούτοις ὑετοῖς. διακεκαυμένης γὰρ ἐν τῷ θέρει τὸ θερμόν πως καὶ τὸ ὕδωρ ποιεῖ τὴν εὐωδίαν.

ταῦτα δὲ ποιεῖ καὶ ἐν ἄλλοις. καὶ γὰρ τὸ περὶ τὴν ἴριν λεγόμενον ὡς ὅπου ἂν κατάσχῃ ποιεῖ τὰ δένδρα καὶ τὸν τόπον εὐώδη τοιοῦτόν ἐστι· ποιεῖ γὰρ οὐ πάντως ἀλλ᾽ ἐὰν ὕλη τις ᾖ νεόκαυτος οὐδ᾽ ἴσως καθ᾽ αὑτὴν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός· ἐφύει γὰρ ὅπου ἂν ἐπιστῇ· πεπυρωμένης γὰρ τῆς ὕλης ἡ κατάμιξις ποιεῖ τινα ἀτμίδα καὶ εὐωδίαν· οὐδὲ γὰρ οὐδὲ γίνεται πλῆθος ὕδατος ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ ψεκὰς ὥστε συμμετρίαν εἶναι πρὸς τὴν θερμότητα καὶ ξηρότητα. δεῖ δὲ καὶ αὐτὴν τὴν ὕλην ποιάν τινα προϋπάρχειν, οὐ γὰρ ἐν πάσῃ καὶ πάντως.