On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

εὐοσμότερα δὲ καὶ ἡδίω καὶ ὅλα καὶ κατὰ μέρος ἐν τοῖς εὔπνοις καὶ ξηροῖς τόποις ἀφῃρημένου τοῦ ὑδατώδους καὶ τοῦ καταλοίπου πεπεμμένου μᾶλλον. ὡς γὰρ ἁπλῶς εἰπεῖν ἡ ξηρότης οἰκειοτέρα ταῖς ὀσμαῖς καὶ μᾶλλον ἐνταῦθ᾽ ἀποκλίνει πάντα· σημεῖον δὲ καὶ τὸ ἐν ταῖς θερμοτέραις χώραις πλείω γίνεσθαι καὶ μᾶλλον τὰ εὔοσμα· πεπεμμένα γὰρ δῆλον ὅτι μᾶλλον· καὶ ἔνια ξηραινόμενα ὄζει, χλωρὰ δ᾽ οὐκ ὄζει καθάπερ ὁ κάλαμος καὶ ὁ σχοῖνος, τὰ δὲ καὶ μᾶλλον ὄζει ξηρανθέντα καθάπερ ἴρις καὶ ὁ μελίλωτος· οὗτος δὲ καὶ οἴνῳ ῥανθεὶς εὐοσμότερος.

οὐ μὴν πάνθ᾽ οὕτως ἀλλ᾽ ἔνια καὶ ἀνάπαλιν· ἃ δεῖ διαιρεῖν· ἁπλῆ δέ τις ἡ διαίρεσις· τῶν μὲν γὰρ ἀσθενεῖς αἱ ὀσμαὶ· τοιαῦτα δὲ ὡς ἐπὶ πᾶν τὰ ἄνθη μάλιστα· ταῦτα μὲν εὐοσμότερα χλωρὰ καὶ πρόσφατα χρονιζόμενα δὲ ἀμβλύνεται διὰ τὴν ἀποπνοήν· ὧν δ᾽ ἰσχυρότεραι, τοιαῦτα δὲ ὅσα γεωδέστερα καὶ ἐν γεωδεστέροις καὶ οὗ μέμικταί τις ὑδατώδης δύναμις, ταῦτ᾽ ἀποξηραινόμενα καὶ παλαιούμενα μέχρι τινὸς, ὡς καὶ τὰ μῆλα τὰ κυδώνια καὶ ὅσα τῶν στεφανωματικῶν δριμείας ἔχει τὰς ὀσμὰς οἷον τὸ ἀβρότονον μάλιστα καὶ τὸ ἀμάρακον καὶ ὁ κρόκος·

ἅμα γὰρ ἀποπνεῖταί τε τὸ ὑδατῶδες καὶ ἡ τῆς τροφῆς ἐπιρροὴ παύεται καὶ ὥσπερ πέψιν ἐν ἑαυτοῖς ἔνιά γε λαμβάνει καὶ ἀφαιρεθέντα ἀπὸ τῶν φυτῶν εὐωδέστερα καθάπερ τὰ μῆλα καὶ ἄλλ᾽ ἄττα. συμβαίνει δὲ καὶ τῶν ποιωδῶν ἔνια χλωρὰ μὲν ὄντα μὴ ὄζειν διὰ τὴν

ὑγρότητα ξηρανθέντα δὲ καθάπερ ἄλλα τε καὶ τὸ βούκερας. ἐπεὶ καὶ ὁ οἶνος τότε μάλιστα παρίσταται καὶ ὀσμὴν λαμβάνει ὅταν ἀποκριθῇ τὸ ὑδατῶδες αὐτοῦ. τὰ μὲν οὖν τοιαῦτα πάντα παλαιούμενα εὐοσμότερα.

τὰ δ᾽ ἀσθενῆ ταχὺ διαπνεῖται καθάπερ τὰ ἴα· καὶ τά γε λευκὰ πικρὰ καὶ κακώδη παλαιούμενα καὶ οὐχ ὥσπερ τὰ ῥόδα διατηρεῖ τὴν εὐοσμίαν ἀποξηραινόμενα μέχρι οὗ ἂν ἐκλίπῃ· πλὴν τὰ μὲν χλωρὰ καὶ πόρρωθεν ὄζει ταῦτα δ᾽ οὔ· τὸ δ᾽ αἴτιον ὅτι κατέσκληκέ πως ἐλλελοιπότος τοῦ οἰκείου θερμοῦ καὶ οὐ δίδωσιν ἀποπνοήν· ἐπεὶ πρός γε τὰς χρείας οἱ μυρεψοὶ καὶ ταῦτα ἀποξηραίνουσι μέχρι τινὸς ὅπως ἄκρατον καταλίπωσι τὴν ὀσμήν. ὁ δὲ μελίλωτος καὶ εἰς πλείω χρόνον εὔοσμος διαμένει.

οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν εὐωδῶν ἄγαν καταξηραινόμενα χείρους ἴσχει τὰς ὀσμὰς τῷ δριμυτέρας εἶναι καὶ σκληροτέρας· ἔστι γάρ τις ὥσπερ καὶ οἴνου καὶ ἁπλῶς χυλοῦ σκληρότης καὶ ἰσχὺς οὕτω καὶ ὀσμῶν ὃ καὶ τῶν ἀγρίων ἔνια ὁμογενῆ δοκεῖ πρὸς τὰ ἥμερα πεπονθέναι καθάπερ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τῶν λαχανωδῶν μάλιστα τὸ πήγανον· σκληραὶ γὰρ αἱ ὀσμαὶ καὶ ἀγλυκεῖς, αἱ δὲ τῶν ἡμέρων ἔχουσί τινα ἅμα τῷ ὑφειμένῳ γλυκύτητα καὶ εὐμένειαν. ἔστι γὰρ ὥσπερ ἐν χυμοῖς καὶ ἐν ὀσμαῖς γλυκύτης. σχεδὸν δὲ καὶ αἱ ἄλλαι προσηγορίαι τῶν εἰδῶν ὡς οὐ πόρρω τῆς φύσεως ἑκατέρας οὔσης.

Ἀλλὰ γὰρ ποῖαι μέν τινες ὀσμαὶ χρόνιοι καὶ ποῖαι ξηραινομένων εὐοσμότεραι καὶ τἆλλα τὰ τούτοις ὅμοια διὰ τῶν εἰρημένων θεωρείσθω· καὶ γὰρ ὅσα μὴ εἴρηται ῥᾴδιον ἐκ τούτων συνιδεῖν. ὅσα δὲ μὴ κατὰ μέρος εὔοσμα ἀλλ᾽ ὅλα τυγχάνει περὶ τούτων ἀπορήσειεν ἄν τις ὃ καὶ πρότερον ἐλέχθη, διὰ τί τὸ ἄνθος οὐκ εὔοσμον αὐτῶν ἢ οὐ κατὰ λόγον. ἔδει γὰρ καὶ τοῖς ἄλλοις μὴ οὖσιν εὐόσμοις τούτοις μάλιστα διὰ τὸ προϋπάρχειν

τὴν φύσιν.

αἴτιον δὲ φαίνεται δι᾽ ὅτι πέψις τις ἡ ἄνθησις τὸ δὲ πεττόμενον ἐν μεταβολῇ τοῦ ὑπάρχοντος. ὅσα μὲν οὖν αὐτὰ μὴ ὀσμώδη τούτων πεττομένων τῶν χυλῶν λαμβάνει τινὰ τὸ ἄνθος εὐοσμίαν ἐπείπερ ἡ πέψις ἐν μεταβολῇ· ὅσα δ᾽ εὔοσμα τούτων διὰ τὴν μεταβολὴν ἀναγκαῖον ἐξαλλάττειν τὴν ὀσμήν· ὀσμωδῶν δὲ ὄντων ἧττον εὔοσμον ἔσται τὸ ἄνθος. αὕτη γὰρ ἡ ἐξαλλαγὴ ἔοικεν ὥσπερ ἐξάτμισίς τις εἶναι τῆς προϋπαρχούσης ὀσμῆς καὶ δυνάμεως, δι᾽ ὃ καὶ ἧττόν φασιν ὄζειν τότε. τοῦτο μὲν οὖν εἰ γίνεται σκεπτέον· φέρει γάρ τινα πίστιν.

φαίνεται δὲ παρόμοιον συμβαίνειν ὥσπερ ἐπὶ τῶν χυλῶν τῶν τοιούτων τῶν ἐν τέλει καὶ πεπεμμένων πρὸς τοὺς ἀπέπτους ὅταν πυρῶνται καὶ ἡλιῶνται· μεταβολῆς γὰρ γινομένης οἱ μὲν εἰς τὸ βέλτιον οἱ δὲ εἰς τὸ χεῖρον μεταβάλλουσι· τοὺς μὲν γὰρ πέττει τοὺς δ᾽ οἷον ἐξίστησι τὸ θερμόν· ἀνάγκη γὰρ ὅταν ἐν τῷ τέλει γίνηται τὴν μεταβολὴν εἶναι πρὸς τὸ χεῖρον, ὃ δὴ καὶ ἐνταῦθα φαίνεται συμβαῖνον μαλακωτέρας τῆς ὀσμῆς γινομένης· οἷον γὰρ ἄνεσίς τις γίνεται τῆς ἀκράτου. ἅμα δὲ καὶ διυγραίνεσθαι συμβαίνει ξηρὸν ὂν φύσει κατὰ τὴν ἄνθησιν·

ὧν γένεσις οὐκ ἄνευ τούτων κἂν ταύτῃ γίνοιτό τις ἄνεσις· εἰ δὲ μὴ ὑγρότης ἀλλ᾽ οἷον γλυκύτης ἐγγίνεται πρὸς τὴν τοῦ καρποῦ γένεσιν· ἅπαντα γὰρ ἐκ γλυκέος γεννᾶται δι᾽ ὃ καὶ τὰ πολλὰ τῶν ἀνθῶν ἐστι γλυκέα. καὶ τοῦτο κατὰ λόγον ἐκλελυμένην τε καὶ θηλυτέραν εἶναι τὴν ὀσμὴν οἷον ἐπιγλυκαίνουσαν ἀφῃρημένης τῆς ἀκράτου δριμύτητος. τούτων μὲν οὖν τοιαύτην τινὰ αἰτίαν ὑποληπτέον.

Διὰ τί δ᾽ οἱ ἄγριοι καρποὶ τῶν ἡμέρων εὐοσμότεροι τῶν ὁμογενῶν οἷον μῆλά τε καὶ ἀχράδες καὶ οὖα καὶ μέσπιλα καὶ τἆλλα καὶ αὐτῶν δὲ τῶν μήλων ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις τὰ στρυφνότατα εὐοσμότατα

— καίτοι διὰ πέψιν γινομένης τῆς ὀσμῆς προσῆκεν εὐοσμεῖν τὰ μάλιστα πεπεμμένα — περὶ δὴ τούτων ἔστι μὲν ἁπλῶς εἰπεῖν ὅτι τὰ ἄγρια ὡς σκληρότερα εὐοσμότερα καθάπερ ἐν τοῖς ἄλλοις. ἔστι δὲ καὶ οἰκειοτέρως εἴ τις δύναιτο διελεῖν τὰς πέψεις τήν τε τοῦ χυλοῦ καὶ τὴν τῆς ὀσμῆς ἐν τίνι ἑκατέρα γίνεται· φαίνεται γάρ τινα ἔχειν διαφορὰν εἴθ’ ἑτέρων ὄντων εἴτε τοῦ αὐτοῦ μεταβάλλοντος.

τοῦτο μὲν οὖν καθόλου διαίρεσιν ἔχει, πρὸς δὲ τὸ νῦν ἱκανὸν τοσοῦτον ὅπερ καὶ φανερὸν ὅτι ἡ μὲν γλυκύτης καὶ ὅλως ἡ εὐστομία παχύνσει τῶν χυλῶν δι᾽ ὃ καὶ γηράσκοντες οἱ καρποὶ καὶ ἡλιούμενοι πάντες γλυκύτεροι· παχύνονται γὰρ ἀφαιρουμένου τοῦ ὑδατώδους. ἡ δὲ τῶν ὀσμῶν ἐν προτέρᾳ τινὶ καὶ ἀτελεστέρᾳ πέψει. σημεῖον δὲ καὶ ὅτι αὐτὰ τὰ εὐώδη καθάπερ ἄπιοι καὶ μῆλα καὶ τὰ ἄλλα μᾶλλον εὔοσμα γίνεται μὴ τελέως ἐκπεπανθέντα. καίτοι τότε τοῦ χυλοῦ μάλιστα πέψις.

καὶ ἔοικε ἐν ταῖς προτέραις μεταβολαῖς τῶν χυλῶν, πλείους γὰρ, εὐοσμία γίνεσθαι καθάπερ ἅμα πνευματική τις οὖσα καὶ οὔπω τοῦ χυλοῦ τὴν οἰκείαν ἔχοντος φύσιν· ὅταν δ᾽ εἰς ταύτην ἐπέλθῃ παχυνθεὶς καὶ πεφθεὶς τὰ μὲν τῆς ὀσμῆς ἐλάττω τὴν δὲ γλυκύτητα τὴν οἰκείαν καὶ ὅλως τὴν τῇ αἰσθήσει πρόσφορον λαμβάνει. τὰ μὲν οὖν ἄγρια μέχρι τῆς προτέρας προϊόντα καὶ τὴν εὐωδίαν ἔχει κατὰ λόγον. τὰ δὲ ἥμερα τελεούμενα τῇ πέψει καὶ εὐτροφοῦντα διὰ τὴν κατεργασίαν μεταβάλλει τοὺς χυλοὺς εἰς γλυκύτητα καὶ εὐστομίαν.