On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἡ δ᾽ εὐχυμία καὶ ἡ γλυκύτης καὶ ἡ εὐοσμία ἐνίων ῥιζῶν ἄνευ τῶν ἄλλων μερῶν διὰ τὴν εἰρημένην αἰτίαν γίνεται. φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐλαττόνων ἐστὶν οἷον ποιωδῶν καὶ λαχανωδῶν καὶ ἐνίων ὑληματικῶν ὧν αἱ μὲν ῥίζαι γλυκεῖαι τὰ δὲ ὑπὲρ γῆς οὐχ ὅμοια, λέγω δ᾽ οἷον ἀγρωστίδος κυπείρου τευτλίου σελίνου ἱπποσελίνου τῶν ἐν ταῖς λίμναις καὶ τῶν ἐν τοῖς ποταμοῖς τούτων φυομένων ἐδωδίμων· αἱ μὲν γὰρ ῥίζαι γλυκεῖαι πολλῶν καὶ ἐδώδιμοι καὶ οἱ καυλοὶ τὰ φύλλα δ᾽ οὔ. τὸ δ᾽ αἴτιον ἐπὶ πάντων τῶν τοιούτων ἐν δυσίν.
ἢ γὰρ ὑγρότερα καὶ ὑδατωδέστερα καθάπερ ἐπὶ τοῦ τευτλίου καὶ τῶν λιμναίων· ἅμα γὰρ ὑδατώδη καὶ λεπτὰ καὶ οὐκ ἔχει πέψιν μὴ ἔχοντα δ᾽ οὐδὲ χυλὸν ἔνδηλον εἰς ἡδονὴν, ἡ δὲ ῥίζα καὶ ὁ καυλὸς ἔχουσιν. ἢ πάλιν διὰ ξηρότητα τῶν ἄνω καθάπερ ἡ ἄγρωστις καὶ ἁπλῶς πάντα τὰ καλαμώδη· ξηρὰ γὰρ τὰ ἐπάνω τὰ κάτω δ᾽ ἔνυγρα· χυλὸς δὲ οὔτε ἐν ξηρότητι οὔτε ἐν ὑγρότητος πλήθει δι᾽ ὃ καὶ τῆς ἀγρωστίδος καὶ τοῦ σισυριγχίου καὶ τῶν ἄλλων τῶν τοιούτων αἱ μὲν ῥίζαι γλυκεῖαι τὰ δ᾽ ἄνω ξηρὰ καὶ οὐχ ἡδέα καθάπερ ἄχυλα. ταὐτὸ δὲ καὶ ἐπὶ τῶν σελίνων καὶ ἱπποσελίνων· αἱ μὲν γὰρ ῥίζαι σαρκώδεις καὶ εὔστομοι τὰ δὲ φύλλα ξηρότερα καὶ ὥσπερ δριμύτερα· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
ἅπαντα δ᾽ ὡς εἰπεῖν ἐν ταύταις ταῖς αἰτίαις ἐστὶ, δι’ ὃ καὶ ὅπου πλείων εὐτροφία καὶ τὰ ἄνω τῶν φύσει ξη
ρῶν ἐδώδιμα καθάπερ ἐν Αἰγύπτῳ τοῦ καλάμου τοῦ ἐν τοῖς ἕλεσιν· ἔχει μὲν γάρ τινα γλυκύτητα καὶ ἄλλος ἐπὶ τῶν ἄκρων ἀλλ᾽ ἐπὶ βραχὺ πάντως ἐκεῖνος δὲ διὰ τὴν εὐτροφίαν ἁπαλός τε ἐπὶ πλεῖόν ἐστι καὶ γλυκύς. ἔχουσι δὲ καὶ αἱ ῥίζαι τὴν γλυκύτητα μέχρι οὗ ἂν ξηρανθῶσι ἀναξηρανθεῖσαι δὲ οὐκέτι· τὸ γὰρ ξηρὸν οὔτε ἐδώδιμον οὔτ᾽ ἔγχυμον δι᾽ ὃ καὶ τῶν καυλῶν ἀκμή τις.ἡ δ᾽ ὀσμὴ σχεδὸν ἀνάπαλιν ἐπί γε τούτων· χλωραὶ μὲν γὰρ οὐκ ὄζουσιν ἢ οὐχ ὁμοίως ἀποξηρανθεῖσαι δ᾽ ὄζουσιν ὥσπερ καὶ τῆς ἴριδος καὶ ἡ τῶν καλάμων δὲ καὶ σχοίνων καὶ ἁπλῶς τῶν ἐνύγρων. ἐπεὶ καὶ τὸ κύπειρον καίπερ ὀσμῶδες ὂν καὶ μὴ ξηρὸν ὂν ἧττον ὄζει πρόσφατον. ἀκμὴ δέ τις καὶ τούτων ὥστ᾽ ἀπομαραινόμενα μᾶλλον ἀοσμότερα γίνεσθαι.
ἀλλὰ τοῦτο μὲν ὥσπερ σύμφωνον οἱ δὲ χυμοὶ καὶ ἐν τοῖς ἄλλοις ὁμοίως ἔχουσι τὰς δυνάμεις. ἐνίων γὰρ ἐν ταῖς ῥίζαις μάλιστά εἰσι καθάπερ τῶν δριμέων οἶον σκόρδων κρομύων ῥαφανίδων ὡσαύτως δὲ καὶ τῶν φαρμακωδῶν· ἅπασαι δὲ καὶ αὗται σαρκώδεις οὐ μὴν ἀλλὰ διαμένουσιν αἱ δυνάμεις τῶν φαρμακωδῶν ἀποξηραινομένων μέχρι τινὸς, εἶτ᾽ ἀκμάζουσιν· ἐπεὶ τὸ ὅλον γ᾽ ἰσχυρότεραι ξηρανθεῖσαι διὰ τὸ ἀφῃρῆσθαι τὸ ὑδατῶδες· οὕτω γὰρ καὶ οἵ γ᾽ ὀποὶ πάντες χρήσιμοι καὶ σωματωθέντες· ἡ δὲ σωμάτωσις ἐκκρινομένου τοῦ ὑδατώδους, δι᾽ ὃ καὶ παρασκευάζουσιν αὐτοὺς τὰ μὲν ἐγχυλίζοντες καὶ ξηραίνοντες τὰ δ᾽ ἐντέμνοντες ὅπως ὁ ἥλιος καὶ ὁ ἀὴρ πήξῃ καθάπερ τὰς ῥητίνας καὶ ὅσα ἄλλα τοιαῦτα καὶ τὸν λιβανωτὸν καὶ τὴν σμύρναν καὶ τὸν ὀπὸν τοῦ σιλφίου.
ἔστι δὲ καὶ τῶν μὲν καὶ ἄνω καὶ ἐν ταῖς ῥίζαις ἡ ἐντομὴ καθάπερ φαρμακωδῶν τέ τινων καὶ τοῦ σιλφίου· καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἑκατέρωθεν ὁ ὀπός· τῶν δὲ μεμερισμένη τῶν μὲν ἐν ταῖς ῥίζαις τῶν δὲ ἐν τοῖς καυλοῖς ὡς ἂν ἔχωσιν ἑκάτερα τῆς
φύσεως· ἐὰν μὲν τὰς ῥίζας εὐχυλοτέρας ταύτας ἐὰν δὲ τὰ ἄνω τοὺς καυλούς· ἐπεὶ ὧν γε ξηραὶ καὶ ξυλώδεις οὐκ ὀπίζουσιν. ὁμοίως δὲ καὶ τῶν αὐτομάτως ἐπιπηγνυμένων δακρύων οἷον ἐπί τε τῆς σχίνου κἀν ἀκάνθαις τισὶ καὶ ἐπὶ τῶν δένδρων διαδίδωσι ὥσπερ ἀμυγδαλῆ καὶ ἡ ἄρρην ἐλάτη καὶ τέρμινθος· τούτων δὲ καὶ τὰ μὲν καὶ εὔστομα καὶ εὐώδη τὰ δ᾽ ἄχυμα καὶ ἄοσμα καθάπερ τὸ κόμμι τὸ τῆς ἀκάνθης τῆς ἐν Αἰγύπτῳ.καλοῦσι δὲ τὰ μὲν ὀποὺς τὰ δὲ δάκρυα, κοινότερον δὲ ὀπὸς, διαφέρει δὲ ἴσως οὐδέν· ἐπεὶ τό γε κοινότατον ἀνωνύμως λεγόμενον ἡ ὑγρότης ἡ οἰκεία καθ᾽ ἕκαστον πέψιν ἔχουσα. διὰ δὲ τὸ σωματωδεστέρας εἶναι καὶ γλίσχρας τὰς δ᾽ ὑδατώδεις ἀγλίσχρους τῶν μὲν γίνεται πῆξις τῶν δ᾽ οὔ. πρὸς ἐνίας δὲ καὶ παρεμβάλλουσί τι τοῦ πῆξαι καὶ συλλέγειν.
Ὅτι δὲ τὰ μὲν ἐν ταῖς ῥίζαις τὰ δ᾽ ἐν τοῖς καυλοῖς τὰς δυνάμεις ἔχει ταύτας ἐκείνην χρὴ τὴν αἰτίαν ὑπολαβεῖν τὴν μικρῷ πρότερον λεχθεῖσαν ὡς ἡ φύσις ἑκατέρων σύμμετρος εἰς τὴν δύναμιν ἔνθα μὲν ὑγρὸν ἱκανὸν ἔνθα δὲ ἔλαττον ἔχουσα καὶ ξηρὸν ὡσαύτως, ἔτι δ᾽ ὡς ἡ οὐσία μᾶλλον ἐφ᾽ ἑκάτερα ῥέπει. καὶ γὰρ ἐπὶ τῆς αὐξήσεως καὶ τοῦ μεγέθους τοῦτ᾽ ἐστί· τὰ μὲν ἐν τοῖς ἄνω τὰ δ᾽ ἐν ταῖς ῥίζαις ἔχει μᾶλλον. οἱ μὲν γὰρ σίκυοι καὶ κολοκύνται καὶ ἄλλ᾽ ἄττα πλείω τὰ ἄνω μείζω ῥίζαν δὲ μικρὰν ἔχουσι, σκίλλα δὲ καὶ βολβὸς καὶ ἁπλῶς τὰ κεφαλόρριζα τὰ μὲν ἄνω λεπτὰ καὶ ἀσθενῆ τὰς δὲ ῥίζας μεγάλας καὶ σαρκώδεις.
οἷς δ᾽ ἐνυπάρχει δριμύτης ἢ καὶ ἄλλη τις τοιαύτη δύναμις ἐν ταῖς ῥίζαις γίνεται μᾶλλον ὥσπερ τοῖς κρομύοις καὶ τοῖς σκόρδοις καὶ ταῖς σκίλλαις· τοῦτο δ᾽ εὐλόγως ἐνταῦθα τῆς φύσεως ὡρμηκυίας μᾶλλον· ἀκολουθοῦσι γὰρ ταύτῃ καὶ αἱ δυνάμεις ὃ καὶ ἐπὶ τῶν φαρμακωδῶν ἐστὶ σχεδὸν τῶν
πλείστων. αἱ γὰρ ῥίζαι φαρμακωδέστεραι καὶ μᾶλλον ἔχουσι τὴν δύναμιν· ἡ δ᾽ αἰτία ἐν δυοῖν ἐκείνοιν ἅπερ εἴρηται τῷ τε μὴ κάθυγρα καὶ τῷ μὴ κατάξηρα γίνεσθαι. τὰ μὲν γὰρ οὐκ ἔχει πέψιν διὰ τὸ πλῆθος τὰ δ᾽ οἷον ὕλην εἰς τὴν πέψιν διὰ ξηρότητα. πέψις δὲ ἑκάστων ἐστὶν ὥσπερ εἴρηται πρὸς τὴν οἰκείαν φύσιν καὶ δύναμιν.ὅτι μὲν οὖν ὥσπερ ἐναντίως τῶν μὲν ἄνω τῶν δὲ κάτω συμβαίνει τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς καὶ ἁπλῶς τὰς τοιαύτας δυνάμεις ἐκ τῶν εἰρημένων δεῖ θεωρεῖν. ὅτι δ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσι τοῖς ἄνω πᾶσιν οὔθ᾽ οἱ χυμοὶ τυγχάνουσιν οὔθ᾽ αἱ ὀσμαὶ σχεδὸν οὐ πόρρω τῶν εἰρημένων αἰτιῶν ἐστίν· ὡς μὲν γὰρ ἁπλῶς εἰπεῖν ἔχει τινʹ ὁμοιότητα καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς ὀσμὰς ἕκαστον τῶν μερῶν διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.
ἐμφανὲς δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἀκρατεστέρων ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς οἷον ἐλάτης πεύκης κυπαρίττου πίτυος ἔτι δὲ τῶν ἡμέρων συκῆς. ἐν δὲ τοῖς ὑδαρεστέροις οὐχ ὁμοίως ἀλλ᾽ ἐν τούτοις διαφέρουσιν ὥστε τὰ μὲν ἔγχυμα τὰ δὲ ἄχυμα καὶ δύσχυμα καὶ εὔοσμα τὰ δ᾽ ἄοσμα γίνονται. καὶ διαφέροντα δὲ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς ὥσπερ τῆς ἀμπέλου τό τε οἴναρον καὶ ὁ βότρυς. καὶ ἁπλῶς δὲ πάντων καὶ τῶν φύλλων καὶ τῶν καρπῶν.
αἴτιον δ᾽ ὅτι τὸ μὲν ἄπεπτον τὸ δὲ πεπεμμένον, τάχα δὲ μᾶλλον ὅτι οὐδ᾽ ἐκ τῆς αὐτῆς ὕλης ἑκάτερον ἀλλὰ τὸ μὲν ὥσπερ ἐκ καθαρᾶς τινος καὶ εἰλικρινοῦς τὰ δ᾽ ἐκ περιττωματικῆς. εἰσὶ δ᾽ ἐκ βλοσυρωτέρας καὶ σωματωδεστέρας οἱ βλαστοὶ καὶ ἀκρεμόνες καὶ ὁ ὅλος ὄγκος, ὥστ᾽ ἀνομοίων οὐσῶν ἀνόμοιον καὶ τὸ τέλος ἑκάστου πρὸς τὴν ἰδίαν φύσιν ὥσπερ ἐν τοῖς ζώοις· ἴσως δ᾽ ἀνάπαλιν, ἐπεὶ καὶ τὸ τέλος ἑκάστου ἴδιον καὶ ἡ ὕλη διάφορος, ὡς δὲ ἁπλῶς εἰπεῖν πάντων πρὸς τὴν ὑποκειμένην φύσιν.