On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ὅτι δὲ φαίνεται φυσικόν τι καὶ συγγενὲς ἐκεῖθεν δῆλον· ὅπου γὰρ ἂν σπαρῇ καὶ φυῇ πανταχοῦ λαμβάνει τὴν ἁλμυρίδα κἂν μὴ τὸ ἔδαφος ᾖ τοιοῦτον· ἐπεὶ καὶ τά γ᾽ ἐν τοῖς ἁλμώδεσι φυόμενα τὸ ἔχειν ἁλμυρίδα τινὰ οὐκ ἄλογον ὥσπερ ἄλλα τε καὶ τὸ ἅλιμον, ἔνια δὲ καὶ εὐχυλότερα καὶ βελτίω γίνεσθαι καθάπερ τὴν ῥάφανον· ἐξεσθίει γὰρ αὕτη τὴν δριμύτητα καὶ τὴν πικρότητα τὴν ἐνυπάρχουσαν ἅμα δὲ καὶ εὐμέριστόν τινα ποιεῖ παραιρουμένη τὴν ὑγρότητα τὴν πλείω· δεινοὶ γὰρ οἱ ἅλες ἀφελεῖν·

ἐμφανὲς δὲ τοῦτο καὶ ὠμῆς οὔσης· πίπτουσαν

γὰρ ἐπὶ τὴν γῆν ἔνια θραύεσθαί φασιν. ὅταν οὖν τοιαύτη καὶ οὕτως ἔχουσα παραδοθῇ τῷ πυρὶ κατὰ λόγον ἤδη τοῦ χυλοῦ εἶναι γλυκεῖαν καὶ ἁπαλήν. ἐπεὶ καὶ οἱ τὸ λίτρον ἐμβάλλοντες τοῦτο βούλονται ποιεῖν ἀλλ᾽ ἐξ ὀλίγου ποιοῦσιν, ἡ δὲ φύσις ἐκ πολλοῦ καὶ κατὰ μικρὸν ποιήσασα τοιαύτην ἀπέδωκεν. ὅθεν οὐδὲ τοῦτο ἄλογον τὸ περὶ τροπὰς καὶ περὶ τὸ ἄστρον ἐνιαχοῦ καὶ ὅλως τοῦ θέρους εἶναι βελτίω καθάπερ ἐν Ἐρετρίᾳ· τότε γὰρ μᾶλλον ἡ ἁλμυρὶς ἐργάζεται καὶ κρατεῖ αὐτὴ μὲν οὖσα πλείων τῆς δ᾽ ὑγρότητος ἐλάττονος γινομένης ἐν ἐκείνῃ·

κατὰ λόγον δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καὶ τὸ ἐν ἅπασι τοῖς τοιούτοις τόποις εἶναι χρηστήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἐπὶ πλέον εἴρηται. ἡ δ᾽ ἁλμυρὶς εἴθ᾽ ὑπὸ τῶν ῥιζῶν ἕλκεται εἴθ’ ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος ἀναφέρεται κατ᾽ ἀμφοτέρους τοὺς τρόπους οὐκ ἂν ἀκίνητον ἀπὸ τῆς γῆς εἴη περὶ οὗπερ ἦν ὁ ἐξ ἀρχῆς λόγος. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

Ἐκεῖνο δ᾽ ὡς οἰκεῖον τῶν χυλῶν πειρᾶσθαι δεῖ διαιρεῖν οἷον ποῖον μᾶλλον καθ᾽ ἕκαστον γένος ἢ τὸ ξηρὸν ἢ τὸ ὑγρὸν, ὥσπερ ὁ ὀξὺς ὑγροῦ δοκεῖ μᾶλλον καὶ ὁ αὐστηρὸς ὁ δὲ δριμὺς ξηροῦ καὶ ὁ γλυκύς· παχυνόμενα δ᾽ οὖν τὰ ὑγρὰ γλυκύτερα. ὁ δὲ πικρός --- τάχα δὲ οὐθὲν ἂν ταῦτα διαφέροι γινομένων γε πάντων ἐξ ἀμφοῖν εἰ μὴ αὐτῶν τούτων θάτερον μᾶλλον ὑλικόν.

οὕτω δὲ πάντες ἀπὸ τοῦ αὐτοῦ καί εἰσιν ὥσπερ ἐλέχθη πάντες ἐν ξηροῖς. ἀλλὰ τοὺς μὲν ἀποχωρίζομεν αὐτῶν καθάπερ τοῦ βότρυος καὶ τῆς ἐλάας· τοῦτο δὲ οὐ πρὸς τὴν χρείαν ὁρῶντες. ἐνίους δὲ καὶ ὕδωρ ἐπιχέοντες λαμβάνουσιν ὥσπερ τοὺς ἀπὸ τῶν ἀκροδρύων καὶ σύκων· τοὺς δὲ καὶ ἐξίσταντες τῆς φύσεως καὶ ὑποσήποντες εἰς χυλοὺς ἄγουσι ποτίμους οἷον ὡς οἱ τοὺς οἴνους ποιοῦντες ἐκ τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ τὸ ἐν Αἰγύπτῳ

καλούμενον ζῦθος. ἁπάντων δὲ τούτων αἱ μὲν ἀρχαὶ καὶ αἱ δυνάμεις φυσικαὶ τὰ δὲ γινόμενα τέχνης μᾶλλον καὶ συνέσεως. ἀλλὰ περὶ μὲν τῶν ἀπὸ διανοίας καὶ τέχνης γινομένων αὐτὰ καθ᾽ αὑτὰ δεῖ θεωρεῖν, τῶν δὲ φυσικῶν χυλῶν τὰ πάθη καὶ τὰς γενέσεις ἐκ τῶν εἰρημένων θεωρητέον.

ὑποκειμένων δ᾽ οὖν καὶ δεδειγμένων τούτων ἀπορήσειεν ἄν τις διὰ τί ποτ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσιν ἡ εὐχυμία καὶ ἡ εὐοσμία γίνεται πᾶσιν ἀλλὰ τοῖς μὲν ἐν τοῖς ἄνω τοῖς δὲ ἐν τοῖς κάτω καὶ περὶ τὰς ῥίζας. καὶ οὐδὲ τῶν ἄνω πάντων ἐν τοῖς αὐτοῖς ἀλλὰ τῶν μὲν ἐν τοῖς περικαρπίοις τῶν δὲ ἐν τοῖς φύλλοις τῶν δὲ ἐν τοῖς ἄνθεσι καὶ τοῖς κλωσὶν, καὶ μᾶλλον αἱ ὀσμαὶ τῶν χυμῶν· ἐπεὶ καὶ ἐν τοῖς φλοιοῖς ἐνίων· ἐπὶ δὲ τῶν εὐόσμων ὅλως ἥκισθ᾽ ὡς εἰπεῖν εὔοσμα τὰ ἄνθη καθάπερ ἑρπύλλου σισυμβρίου ἑλενίου·

καίτοι κατὰ λόγον ἦν ὃ καὶ τοῖς ἄλλοις εὐοσμότατον ἀόσμοις οὖσι τοῦτο καὶ ἐν τοῖς εὐόσμοις εὐωδέστατον εἶναι. θαυμαστὸν δὲ καὶ τὸ ἐνίων τὸ μὲν ἄνθος ἥδιστον ὄζειν τῶν δ᾽ ἄλλων μορίων ὅλως μηδὲν ὥσπερ ἐπὶ τῶν ἴων καὶ τῶν ῥόδων. ἔχει δὲ καὶ τὸ πρῶτον λεχθὲν ἀπορίαν ὅσων ἐν ταῖς ῥίζαις ἡ εὐχυμία καὶ ἡ εὐοσμία τυγχάνει· ἄμφω μὲν γὰρ ταῦτα πέψει γίνεται. τὸ δὲ πλείστην ἔχον καὶ ἀεὶ καινὴν τροφὴν ἀφ᾽ οὗ τοῖς ἄλλοις ἡ διάδοσις ἥκιστ᾽ εὔλογον εἰς πέψιν ἥκειν ἢ εὐχυλίας ἢ εὐοσμίας ὡς οὐδὲ τῶν ζώων αἱ κοιλίαι.

περὶ δὴ τούτων καὶ τῶν τοιούτων ἀρχῇ χρωμένους τῇ πολλάκις εἰρημένῃ δι᾽ ὅτι πέψει τινὶ ταῦτα γίνεται τὸ μετὰ τοῦτο δεῖ λαβεῖν ἐπὶ τοῦ τευτλίου λεχθὲν τὸ πρῶτον ὅτι αἱ ῥίζαι ὡς κοιλίαι τοῖς φυτοῖς εἰσι πάντως διὰ τὸ τὴν τροφὴν ἀλλοιοῦσθαί πως ἐν αὐταῖς. εἰ δὲ μὴ τοῦτό τις θείη ἀλλ᾽ ἐκεῖνό γε φανερὸν ὡς οὐκ ἔχουσιν οὐδὲν περίττωμα δύναμιν δὲ ἔχουσιν εἰς τὸ πέττειν. τοιαύτας δ᾽ οὔσας οὐδὲν κωλύει

εὐχυμίαν καὶ εὐοσμίαν ἔχειν ὅσαι κρᾶσιν εἰλήφασι τοιαύτην. ἐπεὶ καὶ ἐν ταῖς τῶν ζώων κοιλίαις περιττώματα ἔχουσιν ὅμως ὕπεστιν ὑγρότης εὐχυλία τις οὖσα καὶ πέψις ὡς μάλιστα τῆς τοιαύτης ἀλλοιώσεως ἐνταῦθα γινομένης.

καὶ ἐπὶ τῶν δένδρων ὅσα πίονα τυγχάνει καθάπερ ἡ πεύκη· πᾶσα γὰρ ἔνδᾳδος ταῖς ῥίζαις ὥσπερ ἐλέχθη καὶ πρότερον· αἴτιον δ᾽ ὅπερ ἐπὶ τῶν ζώων ὅτι τὸ διαθερμαινόμενον ἀεὶ καὶ πεττόμενον καθαρώτατον ὂν προσίζει καὶ ἀθροιζόμενον καὶ πυκνωθὲν ἐποίησέ τινα πιότητα. τὸ δὲ ἰὸν εἰς τὰ ἄνω μέρη τροφὴ γίνεται τοῖς ὑπὲρ γῆς οὐ διὰ τῆς πιότητος ταύτης ἀλλ᾽ ἔχον τινὰς ἑτέρους πόρους· ἐπεὶ πάντων γε δᾳδωθέντων ἀπόλλυται τὰ δένδρα καθάπερ ἐλέχθη συμπνιγόμενα καὶ οὐδεμίαν ἔχοντα δίοδον τῷ πνεύματι.

τοῦτο δὲ συμβαίνει καὶ ἐπὶ τῶν ζώων ὅσα διαπιαίνεται· ξυμφράττονται γὰρ οἱ πόροι διὰ τὴν πυκνότητα τῆς πιμελῆς ὥστε μὴ διϊέναι εἰς τέλος τὴν πνοήν· οἷς μὲν οὖν μὴ ἔνεστιν ὅλως λιπαρότης καὶ πιότης ἢ αὕτη μὴ πολλὴ μηδὲ σωματώδης τούτοις οὐ γίνεται τοιαύτη πάχυνσις· οἷς δ᾽ ἔνεστι γίνεται κατισχυού- σης τῆς θερμότητος.

παρόμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὴν οὐλότητα τῶν ξύλων ἐστίν· οὐλότερα γὰρ ἀεὶ τὰ μὲν ἐν τοῖς στελέχεσιν τῶν ἄνω, τούτων δὲ αὐτῶν τὰ κάτω καθάπερ καὶ πυκνότατα καὶ παχύτατα. συμβαίνει δὲ τοῦτο διὰ τὸ μᾶλλον καταλύειν καὶ ξυνίστασθαι τὴν τροφὴν ὥσπερ ὅλως καὶ ἡ εἰς βάθος αὔξησις· ἡ δ᾽ εἰς τὸ ἄνω διϊοῦσα πρὸς τὴν βλάστην καὶ τὸ μῆκός ἐστιν. ἐφισταμένης οὖν καὶ ὥσπερ εἰλουμένης ἐνταῦθα καὶ ἡ πυκνότης καὶ ἡ οὐλότης γίνεται τῶν ξύλων, ἐκείνη δὲ ἀεὶ διΐεται πρὸς τὸ πόρρω. δι᾽ ὃ καὶ οὐκ ἐν τοῖς νέοις ἐστὶν οὐλότης ἅτε καὶ ἐπ᾽ αὔξησιν ὡρμηκότων ἀλλ᾽ ὅταν στῇ τὰ τοῦ μήκους ὥσπερ ἐπὶ τῶν ζώων.

ἡ αὐτὴ δὲ καὶ σύνεγγυς αἰτία καὶ διὰ τί δᾷδα καὶ πίτταν καὶ ῥητίνην ὅλως

οὐκ ἔχει τὰ νέα· καταναλίσκεται γὰρ ἡ τροφὴ πᾶσα πρὸς τὴν αὔξησιν καὶ καρπογονίαν· ὕστερον γὰρ ἐκδᾳδοῦνται καὶ ὅλως τὴν τοιαύτην ὑγρότητα μετὰ τὴν καρπογονίαν λαμβάνουσιν ὥστε γε καὶ πλῆθος εἰπεῖν· τότε γὰρ οἷον περίττωμα γίνεται τοῦτο φυσικὸν ἀφῃρημένης μὲν τῆς εἰς τὸ μῆκος ὁρμῆς, ἰσχυόντων δὲ μᾶλλον τῶν ῥιζῶν καὶ τοῦ ὅλου δένδρου. τοῦτο μὲν οὖν διὰ τὸ συγγενὲς τῆς αἰτίας ἔλαβε τὴν χώραν ταύτην.