On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἔνιοι δὲ καὶ τὸ ἀστροβολεῖσθαι σφακελίζειν καλοῦσι· τοῦτο μὲν οὖν τάχ᾽ ἂν ὀνόματος εἴη διαφορά· δι᾽ ὑπερβολὴν γὰρ καὶ ἔνδειαν τροφῆς καὶ οὕτως ἀπόλλυται τὰ δένδρα, τάχα δὲ μᾶλλον δι᾽ ἀπεψίαν καὶ τὴν ἔξωθεν δύναμιν οἷον ὅταν μετὰ τὴν καρποτοκίαν λεπτῆς οὔσης ἔτι τῆς ὑγρότητος διὰ τὴν ἀσθένειαν ἐπιγένηται πάγος ἰσχυρός· ἀποθνήσκει γὰρ καταψυχόμενα· τὸ γὰρ ὀρρῶδες καὶ λεπτὸν ψυχρὸν, τὸ δὲ παχὺ καὶ ὥσπερ πῖον θερμόν. αὕτη μὲν οὖν εἴτε διὰ πλῆθος εἴτε δι᾽ ἀπεψίαν εἴτε δι᾽ ἄμφω καὶ ἔτι ἀσθένειαν ἡ φθορά.
δι᾽ ἔνδειαν δὲ κατ᾽ ἄλλον τε τρόπον καὶ ὅταν
αἱ ῥίζαι μετέωροι γένωνται καὶ ἐπιφανεῖς· οὐ γὰρ δύνανται παρέχειν ἰκμάδα διὰ τὸν ἥλιον ὥστε συγκάεται καὶ παχύνεται μᾶλλον τοῦ δέοντος ὁ ὀπὸς, ἐκ τούτου δὲ νόσος καὶ φθορά. παραπλήσιον δὲ τὸ συμβαῖνον καὶ ὅταν ἐξαυχμῶσι δι᾽ ἀνυδρίαν, οὐδὲ γὰρ τότε διαδιδόασιν. βοήθεια δὲ καὶ φυλακὴ πρὸς τὰς ἐνδείας τὸ κινεῖν ἀεὶ καὶ ὁμαλίζειν τὴν γῆν· οὕτω γὰρ τοῦ θέρους ἕλξει τινὰ ἰκμάδα καὶ τοῦ χειμῶνος ἐνυπάρξει μᾶλλον τὸ θερμὸν, ὃ διαδίδωσι τὴν τροφήν.ἐξ ὑπερβολῆς δὲ διὰ τὴν ἐπομβρίαν. τότε γὰρ διὰ τὴν ἀτροφίαν — ἀτροφεῖ γὰρ τὸ μὴ κρατοῦν μηδὲ πέττον — ἐκλευκαίνεταί τε καὶ ἀπόλλυται τὰ δένδρα, καθάπερ ὁ σῖτος· ἐνίοτε δὲ οὐκ ἀπόλλυται μὲν, εἰς δὲ τὴν καρπογονίαν νοσοῦσιν· ἀκαρπεῖ γὰρ τὸ μὴ πέττον μηδὲ κρατοῦν. τῇ δὲ συκῇ καὶ νόσημά τι συμβαίνει περὶ τὰς ῥίζας, ὃ καλοῦσι λοπᾷν· τοῦτο δ᾽ οἷον μάδισίς τίς ἐστι τῶν ῥιζῶν καὶ τῶν μικρὸν ἐπάνω διὰ τὴν πολυϋδρίαν.
ἐξ ὑπερβολῆς δὲ καὶ τὸ τραγᾷν τῆς ἀμπέλου καὶ ὅσοις ἄλλοις ἀκαρπεῖν συμβαίνει διὰ τὴν εὐβλάστειαν· οὐ δύνανται γὰρ οὐδὲ ταῦτ᾽ ἐκπέττειν, ἀλλ᾽ εἰς τὴν βλάστησιν ἡ ὁρμὴ τρέπεται, καθάπερ ἐπισπωμένη διὰ τὸ πλῆθος. ὡς ἐπὶ πολὺ δὲ ἐκ τῶν τοιούτων συμβαίνει συκῇ μὲν ψωριᾷν, ἐλάᾳ δὲ λειχηνιᾷν, ἀμπέλῳ δὲ ῥεῖν ὥσπερ καὶ Κλείδημός φησιν· λεπτὸς γὰρ ὁ καρπὸς ἄπεπτος ὢν καὶ ῥοώδης.
ἡ βοήθεια δ᾽ ἐν δυεῖν ἔν τε τῷ παραιρεῖσθαι τὴν εὐτροφίαν ὥσπερ καὶ τὰς ἀμυγδαλᾶς καὶ τὰς ῥόας τινὲς κολάζουσι καὶ ἐν τῷ δύναμίν τινά προστιθέναι τῷ δένδρῳ καὶ ἰσχύν. τοῦτο γὰρ αἵ τε διακόψεις ποιοῦσι τῆς συκῆς, ὅταν ἄρχηται βλαστάνειν, ὅπως μὴ παλίσκιος οὖσα παχύνῃ τὸν ὀπὸν καὶ αἱ ἀποψιλώσεις τῶν ἀμπέλων καὶ ἀποκνίσεις τῶν οἰνάρων τῶν μεγίστων παρ᾽ ὅλον τὸ θέρος ὥς τινες κελεύουσιν· καὶ αἱ περικαθάρσεις δὲ τῶν ἀνωτάτων ῥιζῶν καὶ τὰ κλή-
ματα ἐπιβαλλόμενα καὶ ἀποκατώρυγες καθιέμεναι· καὶ ἡ σκαπάνη βοηθεῖ γενομένη καιρία γυμνοῦσα τὰς ῥίζας, ὅπως ἐθισθῶσι πνεύματι καὶ ψύχει, καθάπερ ἔνιοι κελεύουσι πάγον εὐλαβουμένους καὶ μετὰ ταῦτα δὲ τὴν κατεργασίαν ἀποδιδόναι. πάντα γὰρ ταῦτα τῆς τροφῆς ἀφαιρεῖ καὶ συναύξει τὴν δύναμιν. ἐναντίως δὲ τοῖς ἐξησθενηκόσι διὰ τὴν ἔνδειαν ἡ κατεργασία καὶ ἡ ἄλλη θεράπεια τήν τε δύναμιν ἅμα καὶ τὴν εὐτροφίαν ἀποδίδωσιν.τὴν δὲ ψώραν οἴονταί τινες γίνεσθαι καὶ ἄλλως οἷον ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολὺ· τότε γὰρ ἀναζυμοῦται τὰ ἀναθερμαινόμενα καὶ δίεισιν ἔξω καθάπερ τὰ ἐξανθήματα· ἐὰν δὲ πολὺ γένηται, ἀποκλύζεται τὰ αἴτια, τάχα δὲ καὶ διαδίδωσιν εἰς τὰ ἐντὸς καὶ παύει· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ καὶ τοὺς ὀλύνθους ἀπορρεῖν· διϊκνεῖται γὰρ εἰς ταῦτα ἡ ὑγρότης· τῆς μὲν οὖν ψώρας ταῦτ᾽ αἴτια τῇ συκῇ λέγουσιν·
τῇ δὲ ἀμπέλῳ τοῦ τραγᾷν, ὅταν ἢ ὑπὸ πνεύματος βλαστοκοπηθῇ, ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ, ἢ τρίτον ὅταν ὑπτία τμηθῇ· συμβαίνει γὰρ πλείω τὸν ἀθροισμὸν γινόμενον μᾶλλον εἰς τὴν βλάστησιν σφοδροτέρως ὁρμᾷν, ὥστε μὴ δύνασθαι καρπογονεῖν. τοῦ δὲ ῥυάδα γίνεσθαι δύο αἴτια ἢ ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τοῦτο δ᾽ εἰ ἀληθὲς ἔοικε κατὰ μὲν τὴν ἀπάνθησιν ὑγρότερος ὢν ὁ ἀὴρ ὥσπερ ἀπερυσιβοῦν, ἡ δὲ κρείττωσις οἷον ἀντισπᾷν καὶ μεθιστάναι τὴν τροφὴν, ὥστε ἐξ ἀμφοτέρων εὔλογον ἀπορρεῖν τὰς ῥάγας καὶ τὰς ἐπιμενούσας μικρὰς εἶναι. ἡ δ᾽ ἄμβλωσις τῶν ὀφθαλμῶν ὅταν ῥιγῶσι ταὐτὸν καὶ παραπλήσιόν ἐστιν, ὅπερ ἐπὶ τῶν ἀγρίων προβλαστάνειν ἀρχομένων ἐὰν ἐπιγένηται χειμών. πάσχει δὲ τοῦτο καὶ ἡ πρὸ ὥρας ἄνθησις· ἐπ᾽ ἀσθενεῖ γὰρ πνεύσας ἄνεμος ψυχρὸς ἀπέκαυσεν. ταῦτα μὲν οὖν τῶν δένδρων αὐτῶν ἐστι νοσήματα καὶ πάθη.
Τὰ δὲ τῶν καρπῶν οἷον τῶν μὲν βοτρύων ὁ καλούμενος κράμβος· τοῦτο δ᾽ ὅμοιον τῇ ἐρυσίβῃ· γίνεται γὰρ ὅταν ἐπούσης ὑγρότητος μετὰ τὰς ψεκάδας ἐπικαύσῃ σφοδροτέρως ὁ ἥλιος, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν οἰνάρων. μηλέας δὲ καὶ ἐλάας καὶ συκῆς καὶ σκωληκοῦνται οἱ καρποί. καὶ τὰς μὲν μηλέας καὶ συκᾶς ἀεὶ διαφθείρουσιν οἱ σκώληκες· τὰς δὲ ἐλάας, ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένωνται, διαφθείρουσιν· ἐξεσθίουσι γάρ· ἐὰν δ᾽ ἐν τῷ ἔσω τὸν πυρῆνα διαφάγωσιν, ὠφελοῦσιν· ἐντὸς γὰρ ὄντες οὐχ ἅπτονται τῆς σαρκός. κωλύονται δ᾽ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ᾽ ἀρκτούρῳ γενομένου· καταψυχόμενοι γὰρ φεύγουσιν. νοσεῖ δὲ πολλάκις καὶ τὰ σῦκα καὶ οἱ ἄλλοι καρποί.
τὸ δ᾽ αἴτιον, ὡς ἁπλῶς εἰπεῖν, ἐν δυοῖν· ἢ γὰρ ἀπ᾽ αὐτοῦ τοῦ δένδρου καὶ τῆς τούτου διαθέσεως ὥσπερ ὅταν ἐν ταῖς ἀμυγδαλαῖς ἡ ὑγρότης κομμιδώδης ὑπογένηται, ἢ ἀπὸ τῶν κατὰ τὸν ἀέρα ξυμβαινόντων· τῇ δ᾽ οὖν ἐλάᾳ καὶ τὸ ἀράχνιον ἐμφύεται δι᾽ ὑγρασίαν τινὰ τοῦ ἀέρος τοῦ περὶ αὐτὰς, ὃ καὶ διαφθείρει τὸν καρπόν. ἡ δὲ ἐκ τοῦ ἔνου βλάστησις ὑδάτων ἐπιγινομένων γίνεται, δι᾽ ἣν ἀποβάλλει τὸν καρπὸν ἐνταῦθα τῆς τροφῆς ῥεούσης, ἅτε μὴ ἰσχύοντος τοῦ καρποῦ, τῆς δ᾽ ὑγρότητος ἠθροισμένης --- τῆς βλαστήσεως. χείριστον δ᾽ ἐὰν ἀνθούσαις ἐφύσῃ καὶ ἐλάαις καὶ ἀμπέλοις καὶ τοῖς ἄλλοις· ἀπορρεῖ γὰρ τὰ ἄνθη καὶ οἱ καρποὶ δι᾽ ἀσθένειαν.
ἐνιαχοῦ δὲ ἴδια πάθη συμβαίνει, καθάπερ ἐν Μιλήτῳ καὶ Τάραντι περὶ τὰς ἐλάας. ἐν Μιλήτῳ μὲν γὰρ, ὅταν περὶ τὸ ἀνθεῖν ὦσι, νοτίου ἀέρος ὄντος καὶ εὐδιεινοῦ κάμπαι γενόμεναι κατεσθίουσιν αἱ μὲν τὰ φύλλα, αἱ δὲ τὰ ἄνθη ἕτεραι οὖσαι τῷ γένει. βοηθεῖ δὲ πρὸς ταῦτα, ἐὰν ἐπιγένηται καῦμα· διαρρήγνυνται γάρ. ἐν Τάραντι δὲ περὶ τὴν ἄνθησιν ὁτὲ μὲν ἀπερυσιβοῦνται διὰ τὴν ἄπνοιαν, ὁτὲ δὲ πνεῦμά
τι πνέον ἐκ τῆς θαλάττης ὁμιχλῶδες καὶ παχὺ προσίζον ἐν τοῖς ἄνθεσιν ἀπόλλυται τὰ ἄνθη τῇ ἅλμῃ· διὰ τοῦτο καλλίστων ὄντων καὶ μεγίστων τῶν δένδρων ἐλάχιστος παρ᾽ αὐτοῖς ὁ καρπός.ὅλως δὲ ἕκαστοι τῶν τόπων ἰδίας ἔχουσι κῆρας, οἱ μὲν ἐκ τοῦ ἐδάφους, οἱ δ᾽ ἐκ τοῦ ἀέρος, οἱ δ᾽ ἐξ ἀμφοῖν. ἐκείνη δὲ αἰτία κοινὴ πᾶσιν ἡ ἀπὸ τῶν πνευμάτων κατὰ τὰς χώρας ἑκάστας, ὅσα θερμὰ τοῦ θέρους πνεῖ καὶ τοῦ ἦρος ψυχρὰ σφόδρα τῶν δένδρων ἄρτι βλαστανόντων καὶ ὑπὸ τὴν ἄνθησιν· τὸ γὰρ ὅλον ἀληθὲς καὶ ἐπὶ τούτων, ὅτι δι᾽ ὑπερβολὴν καὶ ἔνδειαν τροφῆς καὶ καύματος καὶ ψύχους νοσοῦσιν·
ἔτι δ᾽ ἂν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ ὕδατα οὐράνια γένηται. συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, ὥσπερ τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀποξηραινομένους παρὰ τὸ δέον. ἐπεὶ καὶ καύματα ἔνια καὶ βότρυν καὶ ἐλάαν ἀποκάει καὶ ἄλλους καρπούς· τῶν δὲ σκωλήκων πολλοὶ διαφέρουσι μὲν ταῖς μορφαῖς οὐ μὴν ἀλλ᾽ ἐκείνη μείζων ἡ διαφορὰ τὸ μὴ δύνασθαι τὰ ἐξ ἑτέρου δένδρου καὶ καρποῦ μετατεθέντα ἐν ἑτέρῳ γένει σώζεσθαι· τοῦτο δ᾽ εὔλογον· ἑκάστῳ γὰρ ἐκ τῆς οἰκείας ὕλης ἡ τροφή· πλὴν ἴδιον τὸ περὶ τὸν κεράστην καλούμενον ξυμβαῖνον· τοῦτον γάρ φασι καὶ ἐν τῇ ἐλάᾳ γίνεσθαι καὶ εἰς τὴν συκῆν ἐντίκτειν· ἔχει δὲ ἡ συκῆ καὶ ἐξ ἑαυτῆς σκώληκας καὶ τοὺς ἐντικτομένους τρέφει, πάντα δ᾽ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται οἷον τριγμόν· περὶ μὲν οὖν νοσημάτων ἱκανῶς εἰρήσθω.