On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Αἱ μὲν οὖν τούτων μεταβολαὶ διὰ τὰς εἰρημένας αἰτίας. ἡ δὲ τοῦ σισυμβρίου εἰς μίνθαν ὥσπερ ἐναντία δι᾽ ἀργίαν γινομένη· συμβαίνει γὰρ ὅταν μή τις ἐξεργάζηται μηδ᾽ ἀποδιδῷ τὴν οἰκείαν θεραπείαν ῥιζοῦσθαι μᾶλλον εἰς τὸ κάτω, ῥιζούμενον δὲ καὶ τὴν δύναμιν ἐκεῖσε τρέπον πᾶσαν ἀσθενέστερον ἄνωθεν γίνεσθαι καὶ τὴν δριμύτητα ἀποβάλλειν τῆς ὀσμῆς ὥστε ἐξ ἀμφοτέρων ἡ ὁμοιότης τῆς τε βλάστης καὶ τῆς ὀσμῆς· τῆς γὰρ
δριμύτητος ἀφαιρουμένης ἡ κατάλοιπος ὀσμὴ μαλακή τις οὖσα καὶ ἀνειμένη προσεμφερὴς τῇ μίνθῃ γίνεται δι᾽ ὃ μεταφυτεύειν κελεύουσι πολλάκις ὅπως τοῦτο μὴ συμβαίνῃ· καὶ τοῦ μὲν σισυμβρίου τοιαύτην τὴν αἰτίαν ὑποληπτέον.τὸ δ᾽ ὤκιμον τὸ ἐν ἡλίῳ πολλάκις κείμενον ἀφερπυλλοῦται διὰ τὸ καταξηραίνεσθαι μᾶλλον· καὶ γὰρ τὸ φύλλον ἔλαττον γίνεται καὶ ἡ ὀσμὴ δριμυτέρα τῶν ξηρῶν· ἐλάττων γὰρ καὶ ἡ τροφή· δεῖ δὲ τὰς μεταβολὰς τοιαύτας ὑπολαμβάνειν ὡς ἂν ὁμοιότητά τινα ἐχούσας οὐχ ὡς τελέας ὥσπερ καὶ ἡ ἐξαιγειρουμένη λεύκη. ἡ δὲ λεύκη πλατυφυλλότερόν τε τῆς αἰγείρου καὶ λειοφλοιότερον καὶ τὸ ὅλον εὐτροφώτερον· ἀπογηράσκουσαν δὲ καὶ ἐλάττονι τροφῇ χρωμένην οὐκ ἄλογον καὶ τὸ φύλλον στενότερον καὶ τὸν φλοιὸν τραχύτερον ἔχειν καὶ εἴ τι ἄλλο συνακολουθεῖ τοῖς μὴ ὁμοίως εὐτρόφοις.
τὸ δ᾽ ὅλον οὐκ ἄγαν ἴσως τὸ συμβαῖνον θαυμαστὸν τῷ τε εἰς τὸ σύνεγγυς καὶ τὸ ὅμοιόν πως μεταβάλλειν καὶ ἔτι τῷ ὁρᾷν καὶ ἐπί γε τῶν ζώων γινομένας τοιαύτας τινὰς μεταβολὰς τὰς μὲν κατὰ τὴν γέννησιν οἷον ἐπ᾽ ἄλλων καὶ ἐπὶ τῶν καλουμένων ψυχῶν· ἐκ κάμπης γὰρ χρυσαλλὶς, εἶτα ἐκ ταύτης ἡ ψυχή· τοῦτο δὲ πλὴν τῶν ψυχῶν ἐπ᾽ οὐδενὸς συμβαίνει. τῶν δὲ καὶ τετελειωμένων ἤδη κατὰ τὰ πάθη καὶ τὰς διαθέσεις τοῦ σώματος, αἳ γίνονται διὰ τὰς ἐπετείους ὥρας ὥσπερ ταῖς ὄρνισιν· ἐπὶ τούτων γὰρ μάλιστα καὶ λέγεται καὶ ἔνδηλος τῶν χρωμάτων μεταβολὴ καὶ τῶν ὅλων σωμάτων ὥστε δοκεῖν ἑτέρους εἶναι. ταῦτα μὲν οὖν ὥσπερ εἴρηται φυσικῶς ὑποληπτέον· τὰ δ᾽ ἐξ ἀρχῆς λελεγμένα μᾶλλον κατὰ φύσιν.
Ἀκόλουθα δέ πως τοῖς εἰρημένοις καὶ ὥσπερ ἐσχάτης θεωρίας περὶ νοσημάτων καὶ φθορᾶς εἰπεῖν ἀμφοτέρων μετέχοντα καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. φθοραὶ μὲν γὰρ εὐθὺς αἱ μὲν οὕτως, αἱ
δ᾽ ἐκείνως λέγονται, νόσοι δὲ τῇ μὲν ὅλως δόξαιεν ἂν εἶναι παρὰ φύσιν, ἔκβασις γάρ τις αἰεὶ καὶ σύγχυσις τοῦ κατὰ φύσιν ἡ νόσος, τῷ δ᾽ εἰωθέναι καὶ πολλάκις συμβαίνειν κατὰ φύσιν λέγομεν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς, αὐτὰ ταῦτα διαιροῦντες τὰ βίαια πάθη καὶ φανερῶς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, οἷον τραυμάτων καὶ πληγῶν· τὰ γὰρ ὑπὸ ψύχους ἢ καύματος ἤ τινος ἑτέρου συμβαίνοντα τῶν ἐν τῷ ἀέρι παθημάτων οὐ λέγομεν παρὰ φύσιν· καίτοι βίαιά γέ πως καὶ ταῦτα καὶ ἀπὸ τῶν ἔξωθέν ἐστιν· ἀλλὰ γὰρ τοῦτο μὲν οὔτ᾽ ἴδιόν ἐστιν ἐπὶ τῶν φυτῶν ἀλλὰ καὶ ἐπὶ τῶν ζώων οὔτε διάφορον πρὸς ὃ νῦν ζητοῦμεν·τῶν δὲ νόσων ἀρχαὶ καθάπερ τοῖς ζώοις ἢ ἀπ᾽ αὐτῶν ἢ ἀπὸ τῶν ἔξωθεν καὶ ἡ φθορὰ ἢ ὅλως ἢ εἰς καρπογονίαν. ἀπ᾽ αὐτῶν μὲν ὅταν ἢ πλῆθος ἢ ἔνδεια τῆς τροφῆς ἢ ποιότης, ἀπὸ δὲ τῶν ἔξωθεν ὅταν ἢ χειμῶνες ὑπερβάλλοντες ἢ καύματα ἢ ἐπομβρίαι ἢ ἄλλη τις δυσκρασία τοῦ ἀέρος· ἔτι δὲ ὅσα διὰ πληγὴν ἢ ἕλκωσιν ἐκ σκαπάνης ἢ ἐκτομῆς ἢ διακαθάρσεως ἢ ἐξ ἄλλης τοιαύτης αἰτίας· ὧν γ᾽ ἔνιαι καὶ ἀπὸ τοῦ δαίμονος συμβαίνουσι καθάπερ ἡ χαλαζοκοπία· εἰ δὲ καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ τῆς τροφῆς τῶν ἔξωθεν ὥς τινές φασιν οὐδὲν ἂν διαφέροι.
πάντα δὲ ἰσχύει μᾶλλον τὰ ἀπὸ τοῦ ἀέρος ἐν τοῖς ἀσθενῶς διακειμένοις· τὰς γὰρ ὑπερβολὰς ἧττον δύνανται φέρειν. ἀσθενεστάτη δὲ διάθεσις μελλόντων τε καὶ ἀρχομένων βλαστάνειν καὶ πάλιν μετὰ τὴν καρποτοκίαν ὥσπερ ἐξηραμμένων· τότε γὰρ ἐν μεγίστῃ μεταβολῇ· δι᾽ ὃ καὶ τὰ ἄγρια μάλιστα πονεῖ πρὸ τῆς βλαστήσεως ἢ ὑπ᾽ αὐτὴν τὴν βλάστησιν ὅταν χαλαζοκοπηθῇ ἢ πνεύματα ἐπιγένηται ψυχρὰ σφόδρα ἢ θερμά. κρατεῖται γὰρ ταῖς ὑπερβολαῖς. οἱ δ᾽ ὡραῖοι χειμῶνες ὠφελοῦσι καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα· καὶ γὰρ ἰσχὺν ἐμποιοῦσι καὶ τῇ πιλήσει καὶ πυκνώσει καὶ εὐβλαστίαν.
Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ᾽ ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώνυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γίνεσθαι. ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι᾽ ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα·
τὰ δὲ πρεσβύτερα διὰ τὴν ἰσχὺν ἀντέχει τε μᾶλλον καὶ ἕλκει πόρρωθεν, ἔτι δ᾽ ὑγρότης ἡ οἰκεία πιοτέρα καὶ λιπαρωτέρα καὶ πρωϊκαρπότερα τῶν νέων καὶ ὅσα ἂν προδείξωσιν πάντ᾽ ἐκφέρουσιν· ὅλως δὲ πᾶσαν μεταβολὴν ἧττον δύναται τὰ ἀσθενέστερα φέρειν, ὑπὸ δὲ τὸ ἄστρον καὶ διυγραίνεταί πως μᾶλλον τὰ δένδρα, καθάπερ πρότερον ἐλέχθη, δι᾽ ὃ καὶ ἡ ἐπιβλάστησις· ἡ μὲν οὖν ἀστροβολία διὰ ταῦτα συμβαίνει καὶ ἔτι διὰ τὰς πληγὰς τὰς ἔξωθεν καὶ τὰς ἑλκώσεις· ἀσθενέστερα γὰρ διὰ ταῦτα γίνεται καὶ ἐπὶ πλέον αὐτῶν αἱ δυνάμεις διϊκνοῦνται· σκωληκοῦται δὲ μᾶλλον τὰ πρεσβύτερα.
συμβαίνειν δὲ δοκεῖ καὶ τοῦτο τὸ πάθος ἢ διὰ τὰς ἑλκώσεις τῶν περισκαπτομένων ἢ ὅταν ἐκδιψήσῃ διὰ τοὺς αὐχμούς· ἐκ μὲν γὰρ τῆς πληγῆς σήπεται, ἀλλοιούμενα δὲ τῇ σήψει ζωογονεῖ καθάπερ καὶ τὰ ἄλλα· ἐκ δὲ τοῦ διψῆσαι διὰ τὸ ἔλαττον ἔχειν τοῦ συμμέτρου τὸ ὑγρόν· οἷον γὰρ ἔκστασις γίνεταί τις ἐκ φύσεως, ἐν δὲ τῇ ἐκστάσει μεταβολὴ καὶ ἀλλοίωσις, ἐν δὲ τῇ μεταβολῇ διὰ τὴν σῆψιν ἡ ζωογονία. συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς ἀφαυαινομέναις· ἐνισχύει γὰρ τότε τὸ θερμόν. σκωληκοῦνται δὲ μάλισθ᾽ αἱ μηλέαι δι᾽ ὃ κἀν τοῖς ἐμπύροις φαῦλαι· ταχὺ γὰρ αἱ ῥίζαι ξηραίνονται.
κοινότατα δὲ φαίνεται τῶν νοσημάτων εἶναι τοῦτό τε καὶ ἡ ἀστροβολησία. πάντα γὰρ ὡς εἰπεῖν σκώληκα ἴσχει πλὴν
τὰ μὲν πλείους καὶ θᾶττον ἀπόλλυται, καθάπερ μηλέα συκῆ ἄπιος, τὰ δ᾽ ἐλάττους καὶ βραδύτερον. ἥκιστα δὲ σκωληκοῦται τὰ δριμέα οὐχ ὅτι ἄσηπτα μόνον, ἀλλ᾽ ὅτι καὶ ἡ δριμύτης κωλύει ζωογονεῖν· σημεῖον δὲ τὸ τῆς δάφνης· αὕτη μὲν γὰρ σήπεται ταχέως, σκωληκοῦται δ᾽ οὐχ ὁμοίως· ἐπεὶ διὰ τοῦτο οὐδ᾽ ἐρίνεος ὁμοίως τῇ συκῇ· δριμύτερος γὰρ ὁ ὀπός.ὅλως γὰρ τὰ γλυκέα σήπεται θᾶττον, εὐμετάβλητος γὰρ ὁ χυλὸς ἀσθενέστερος ὢν, δι᾽ ὃ καὶ αἱ μηλέαι καὶ αἱ ῥόαι μᾶλλον αἱ γλυκεῖαι τῶν ὀξειῶν· πάντων δὲ αἱ ἠριναὶ μᾶλλον διὰ τὴν ἀσθένειαν τοῦ τε χυλοῦ καὶ τῆς ὅλης φύσεως. ἐν σχίνῳ δὲ φυτευόμενα πάνθ᾽ ἧττον σκωληκόβρωτα διά τε τὴν θερμότητα καὶ τὴν ὀσμήν. ταῦτα μὲν οὖν τὰ νοσήματα συμβαίνει διὰ τὰς ῥηθείσας αἰτίας.
οἴονται δέ τινες καὶ τὸν σφακελισμὸν ἀπὸ τῶν πληγῶν καὶ τῶν ἔξωθεν γίνεσθαι τραυμάτων καθάπερ καὶ ἐπὶ τῶν ζώων· μετενεχθῆναι γὰρ τοὔνομα κατὰ τὴν ὁμοιότητα τοῦ πάθους. οὐ μὴν ἔοικεν ἀληθὲς οὐδὲ τοῦτ᾽ ἐπὶ πάντων εἴπερ ὁ ἐρέβινθος ἀπόλλυται σφακελίσας ὅταν ἀνθοῦσιν ὕδωρ ἐπιγινόμενον ἀποκλύσῃ τὴν ἅλμην· τὸ γὰρ ἔφαλμα οἷον σφακελίζειν ἐστίν· φαίνεται δὲ καὶ ἄλλα χωρὶς πληγῆς πάσχειν τοῦτο τὸ πάθος.