On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τῷ δὲ σχή- ματι καὶ τῇ μορφῇ μεταβάλλει τὸ σέλινον ἐὰν σπαρὲν καταπατηθῇ καὶ ἐπικυλινδρωθῇ· γίνεται γὰρ οὖλον διὰ τὸ μὴ διϊέναι τὴν βλάστησιν, ἀλλὰ --- ἐξομοιοῦται γὰρ ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ· τοῦτο δ᾽ ὅτι ἡ τροφὴ κωλυο
μένη καὶ ἀποστεγομένη τῷ πέριξ φέρεται πρὸς τὸ ἐφελκόμενον καὶ εὐοδοῦν, οἷον γὰρ ὀχετεία τίς ἐστιν, ὥστε λαμβάνειν τὴν ὁμοιότητα τῷ περιέχοντι. συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων τοῦτο κατὰ μικρότητα καὶ μέγεθος καὶ βραχύτητα καὶ μῆκος· μεμορφωμένα γὰρ εὐθὺς ἐκεῖνα ταῦτα δ᾽ ἅμα τῇ γενέσει μορφοῦται· δι᾽ ὃ καὶ τὸ σέλινον ὅταν μεταφυτεύηται κελεύουσιν ὁπόσον ἄν τις βούληται ποιῆσαι τηλικοῦτον πάτταλον κατακρούειν ὥστ᾽ ἐκπληροῦν πάντα τὸν τόπον τὴν ῥίζαν.ὅμοιον δὲ τρόπον τινὰ τούτῳ καὶ ἡ τῶν ῥιζῶν αὔξησις ἐν τοῖς ἡμερώμασιν· εὐοδοῦσαι γὰρ καὶ ἔχουσαι τροφὴν αὔξονται μᾶλλον καὶ εἰς μῆκος καὶ εἰς πάχος.
ποιεῖ δὲ μεγάλας καὶ τὰς ῥίζας καὶ τὰς βλάστας καὶ ἐὰν πλείω τις εἰς ταὐτὸ σπέρματα ξυνδήσας εἰς ὀθόνιον φυτεύσῃ, δι᾽ ὃ καὶ ἐπί τινων τοῦτο ποιοῦσι, καθάπερ ἐπὶ τοῦ πράσου καὶ σελίνου καὶ ἑτέρων· ἰσχύει γὰρ τὰ πλείω δῆλον ὅτι μᾶλλον καὶ ἐξ ἁπάντων γίνεται μία τις φύσις. ἔνια δὲ κατὰ τὴν τῆς σπορᾶς ὥραν λαμβάνει μορφὴν ἀλλοίαν, οἷον ἡ γογγυλὶς ἂν εὐθύς τις ἐπὶ τῆς ἅλω φυτεύσῃ πλατεῖα γίνεται· οὕτω δ᾽ ἧττον ῥιζοῦται καὶ διευρύνεται μᾶλλον.