On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
παραπλήσια δὲ τούτοις καὶ τὰ περὶ τοὺς σικύους καὶ τὰς
κολοκύντας γινόμενα κατά τε τὴν ἁπαλότητα καὶ τὴν αὔξησιν οἷον ἐάν τις μικρὰς οὔσας κρύψῃ κατὰ τῆς γῆς· οὐδὲν γὰρ ἀφαιρεῖται τῆς τροφῆς, ὁ δ᾽ ἥλιος καὶ τὰ πνεύματα ἀναξηραίνοντα τοὺς ὄγκους ἐλάττους ποιοῦσιν ὥσπερ καὶ τῶν δένδρων τῶν ἐν τοῖς προσηνέμοις καὶ εὐείλοις. ὡσαύτως δὲ καὶ οἱ ἐν τοῖς ἀγγείοις τιθέμενοι καθάπερ ἐν νάρθηκι καὶ καλυπτῆρσιν. ἡ μὲν γὰρ τροφὴ πλείων διὰ τὸ μήτ᾽ ἀποπνεῖσθαι μήτ᾽ ἀποξηραίνεσθαι μηδὲν, ἡ δ᾽ αὔξησις εἰς μῆκος καὶ διὰ τὸ εὐροεῖν τὴν τροφὴν εὐθυποροῦσαν καὶ διὰ τὸ μηδὲν ἀντισπᾷν μηδ᾽ ἀντιπίπτειν.ὁμοία δ᾽ αἰτία καὶ τοῦ διαμένειν χλωροὺς ἐάν τις φυτεύσας περὶ φρέαρ ὅταν ὦσιν ὡραῖοι καθεὶς ἀποστεγάσῃ· ἡ μὲν γὰρ ἀπὸ τοῦ ἡλίου καὶ τοῦ πνεύματος οὐ γίνεται ξηρότης, ἅμα δὲ καὶ ἡ ἀπὸ τοῦ ὕδατος ἀτμὶς οἷον θάλλοντάς τε παρέχει καὶ κωλύει ξηραίνεσθαι. τροφὴν δὲ λαμβάνοντες διαμένουσι σωζομένων τῶν ῥιζῶν· ἔμβιοι δὲ γίνονται καὶ θεραπευόμεναι πλείω χρόνον δι᾽ ὃ καὶ ἄν τις περιτεμὼν τὴν βλάστησιν ὅταν καρποτοκήσωσι περισάξῃ γίνονται πάλιν ἐκ τῶν ῥιζῶν σίκυοι καὶ πρωΐτεροι πολὺ τῶν σπειρομένων ὅτι προϋπάρχει τὸ τῶν ῥιζῶν.
ἔτι δὲ ἡ περίσαξις ἀλέαν παρέχουσα θᾶττον ἀνιέναι ποιεῖ βλαστόν· μέγα γὰρ καὶ ἡ ἀλέα πρὸς τὸ πρωϊβλαστεῖν. σημεῖον δὲ καὶ τοῦτο φανερόν· ἐὰν γάρ τις χειμῶνος ἐν ταλάροις φυτεύσῃ σικύου σπέρματα καὶ ἄρδῃ τε θερμῷ καὶ πρὸς τὸν ἥλιον ἐκφέρῃ καὶ πρὸς τὸ πῦρ τιθῇ καὶ ὅταν ἡ ὥρα τοῦ σπείρειν καθήκῃ σὺν αὐτοῖς ταλάροις φυτεύσῃ πρώϊοι σφόδρα γίνονται· ταῦτα μὲν οὖν διὰ τὰς εἰρημένας αἰτίας συμβαίνει.