On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἀλλ᾽ ἐπὶ τοσοῦτον τὸ ὅμοιον ληπτέον ὅτι παραπλησία τις ἡ αἰτία πάντων ἐκ τοῦ συνίστασθαι τὴν τοιαύτην ὑγρότητα καὶ δύναμιν δι᾽ ὃ καὶ ὄπισθεν τοῦ φύλλου πάντα ταῦτα γίνεται καὶ οὐχ ὥσπερ τὸ σῦκον ἔμπροσθεν· ἀλλ᾽ αἱ μὲν φύουσαι τοὺς προδρόμους ἀσθενέστεραι τυγχάνουσιν ὥστε οὐδ᾽ ἐπιμένειν δύνανται τῆς βλαστήσεως γινομένης ἐκεῖσε·
ὅλως δὲ πολυειδές τι τὸ τῶν συκῶν ἐστιν· αἱ μὲν γὰρ ὀλυνθοφόροι μόνον σῦκα δ᾽ οὐ φέρουσιν οἷον αἱ τοὺς λευκοὺς ὀλύνθους φέρουσαι τοὺς ἐδωδίμους. ἕτεραι δὲ φέρουσι καὶ σῦκα καὶ ὀλύνθους μέλανας, ἀβρώτους δὲ τούτους ἢ καὶ ἐδωδίμους φέρουσαι δὲ τὸν ὄλυνθον ὄπισθεν τοῦ θρίου· γίνονται δ᾽ ἐν αὐτοῖς καὶ ψῆνες· αἱ δ᾽ ὅλως οὐ φέρουσιν ὀλύνθους. πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν οἷον ἥ τε λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ᾽ οὐ φέρουσιν· τῶν δὲ φερουσῶν οὐ
συνεχὴς, ἀλλὰ παραλλάττουσα ἡ φορὰ κατὰ τὴν διάθεσιν. ὁτὲ μὲν γὰρ ἤνεγκαν, ὁτὲ δ᾽ οὐκ ἤνεγκαν, ἐὰν δὲ κακῶς οὐκ ἤνεγκαν.φέρουσι δὲ οὐ παρ᾽ αὐτὸ τὸ θρίον μόνον, ἀλλὰ καὶ κατωτέρω πολὺ καὶ ἔνιαί γε ἐκ τῶν παχέων σφόδρα· συμβαίνει δὲ ἐνίους καὶ ἐκπέττειν τινὰς τῶν ὕστερον· οὐ γὰρ ἅμα πάντας, ἀλλὰ τοὺς μὲν πρότερον φέρουσι, τοὺς δὲ μικρῷ πρὸ τῶν ἐρινῶν· ἐγγύτεροι δὲ οὗτοι τοῦ βλαστοῦ καὶ τῶν σύκων· ἀποπίπτουσι δ᾽ ἐκεῖνοι πρότερον καὶ ἧττον ἐκπέττονται· τὰ μὲν οὖν συμβαίνοντα ταῦτ᾽ ἐστὶν, οὐκ ἀλόγως δ᾽ ἂν δόξειεν οὐδὲν.
τὸ γὰρ μὴ πάσας φέρειν, ἀλλ᾽ ὅσαι ὑγρότεραι καὶ ἰσχὺν ἔχουσαι εἰς τὴν ἐπίσπασιν εὔλογον· ἐκ γὰρ τῆς ὑπολοίπου τροφῆς ἐβλάστησεν ἡ σύστασις· ἐφελκυσαμένη δὲ πλέον οὐκ ἄλογον τὸ μὴ πᾶσαν καταπέψαι τότε· τό τε μὴ ἐνδελεχὲς αὐτῶν τούτων διὰ τὸ μὴ ὁμοίας εἶναι τὰς διαθέσεις. ἀσθενεστέρως γὰρ ἔχουσα καὶ χεῖρον θεραπευθεῖσα δῆλον ὡς ἐλάττω λήψεται τὴν ὑγρότητα, μὴ λαβοῦσα δὲ πλῆθος, οὐδ᾽ ὑπόλειμμα ποιήσει· ἐπεὶ γεωργηθεῖσα ὁμοίως καὶ τῶν ἐκ τοῦ ἀέρος συνεργησάντων ἀποδώσει καὶ τὸ ὕστερον.
ἐνίοτε δὲ κἀκεῖνο συμβαίνει μὴ τυχούσης θεραπείας ὥστε τοὺς μὲν προδρόμους ἐνεγκεῖν, τὸν δὲ καρπὸν μὴ δύνασθαι. τοῦτο δ᾽ ὅτι τὸ μὲν ὑπῆρχε προκατειργασμένον, θάτερον δ᾽ ὥσπερ ἐκ καινῆς ἔδει ποιεῖν· ἀλλὰ μὴν οὐδὲ τὸ μὴ ἐκπέττειν τοὺς ἐκ τῶν παχέων, ἀλλὰ τοὺς ἄνω μᾶλλον· ἡ γὰρ τροφὴ ἅμα καὶ ἡ θερμότης ἄνω φέρεται καὶ ὅλως ἡ τοῦ δένδρου ὁρμὴ πρὸς τὴν βλάστησιν· ὥσθ᾽ ἅμα συναναφερομένου καὶ τοῦ θερμοῦ δι᾽ ἀμφοτέρων ἡ ὑπόλειψις· δι᾽ ὃ καὶ αἱ βλαστήσεις καὶ αἱ κατὰ μέρος ἀνθήσεις καὶ αἱ καρποτοκίαι τῶν αὐτῶν ὕστερον· ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.
παραπλήσιον δὲ καὶ τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ἀμπέλων ἐστίν· καὶ γὰρ αὗται προβλαστά-
νουσιν ἐνίοτε συνηθροισμένης τῆς γονίμου καὶ βλαστητικῆς ἀρχῆς· ὁ δὲ τόπος ὡρισμένος αὐταῖς, ἐκ τῶν ὀφθαλμῶν γὰρ ἡ βλάστησις· ὁποῖα δ᾽ ἂν καὶ τὰ τοῦ ἀέρος ἐπιγένηται καὶ ἐπὶ πόσον χρόνον, οὕτω καὶ τὰ τῆς αὐξήσεως ἀκολουθεῖ. σχεδὸν δὲ καὶ ὅσα πρωϊβλαστῆ καὶ πρωϊανθῆ φύσει ταὐτὸ τοῦτο πάσχει· κυϊσκόμενα γὰρ ἐν ὥρᾳ προκαλουμένων τῶν εὐδιῶν πολλάκις ἀποτίκτει πρὸ τῶν καιρῶν καὶ προάγει μέχρι οὗ ἂν ὁ ἀὴρ ὁμαλίζῃ· τὰς μὲν οὖν παρώρους βλαστήσεις ἐν ταύταις ὑποληπτέον ταῖς αἰτίαις εἶναι.Τὰς δὲ μὴ ἐκ τῶν οἰκείων μερῶν, ἀλλ᾽ οἷον ἀκρεμόνων καὶ στελέχους οὐ πόρρω ταύτης ὅταν ἀθροισμὸς εἰς ταῦτα γένηται τῆς γονίμου δυνάμεως· ἀρχῆς γὰρ ἐπισυστάσης ἡ ἐπιρροὴ τῆς τροφῆς ἐξομοιοῦται τῷ ὑποκειμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. ἡ δὲ σύστασις οὐκ ἄλογος εἰ τοιαύτην τινὰ κατὰ μόριον ἔλαβε κρᾶσιν, ἀλλ᾽ εὐλογωτέρα πολὺ τῆς ἐν ζώοις γινομένης οἷον εἰ κέρας ἐκ τοῦ στήθους ἤ τι τοιοῦτον ἕτερον· αὕτη γὰρ μείζων ἡ παραλλαγὴ τῶν ἐν τοῖς φυτοῖς ὅσῳ μᾶλλον ὁμοιομερῆ τὰ φυτὰ τῶν ζώων·
ἐὰν δὲ δὴ καὶ προβλάστημά τι γένηται τῷ καρπῷ ἔλαττον ἔτι τὸ ἄτοπον· ἐνίοτε γὰρ καὶ φύεται κλῆμα ἐκ τοῦ στελέχους ἰσχύσαντα δὲ καρποτοκῆσαι ταῦτ᾽ οὐκ ἄλογον. ἀλλ᾽ ὅταν αὐτὸς ὁ καρπὸς ἐκ τοῦ ἀκρεμόνος ἢ τοῦ στελέχους ἀτοπώτερον ὥσπερ ἐπὶ τῶν ῥοῶν· αἰτίαν δὲ τὴν εἰρημένην ὑποληπτέον. αἱ δὲ τοιαῦται παραλλαγαὶ τῶν τόπων ἐλάττους εἰσὶν οἷον εἴ ποτε συκῆ τις ἤνεγκεν ἐκ τοῦ ὄπισθεν τοῦ θρίου τὸν καρπόν· μικρὰ γὰρ ἡ μεταβολὴ καὶ ὁ τόπος ὅλως οὐκ ἀλλότριος τοῦ συμβαίνοντος.
αἴτιον δὲ ὅτι τὴν μὲν ἐπιβλάστησιν ἀσθενῆ, τὴν δ᾽ ἐνταῦθα συρροὴν ἰσχυροτέραν ἔσχεν ὥστ’ ὀψιαιτέρας γενομένης τῶν προδρόμων ἐπένειμέ τε καὶ ἐξέπεψεν. φαίνεται δὲ καὶ τῇδε
ἧττον ἄτοπον ὅτι γένος τί φασιν εἶναι τοιοῦτον ὃ δὴ καλοῦσιν ὀπισθοκάρπιον· εἰ γὰρ ὅλως τι πέφυκεν οὕτω καρποτοκεῖν τῶν ὁμογενῶν οὐκ ἄτοπον συμβῆναί ποτε καὶ τοῖς μὴ πεφυκόσι τῆς ὁμοίας διαθέσεως γενομένης.ἐπεὶ καὶ τὸ ἐκ τῶν ἀκρεμόνων ἐνεγκεῖν τινα ὁμοιότητα ἔχει τῇ ἐν Αἰγύπτῳ συκαμίνῳ· φέρει γὰρ δὴ κἀκείνη τὸν καρπὸν ἐκ τοῦ στελέχους, οὐκ ἐκ τῶν ἀκρεμόνων εὐβλαστής τις οὖσα καὶ εὔτονος ὡς ἔοικε πρὸς καρποτοκίαν· σημαίνει δὲ τὸ πλεονάκις ἀπὸ τῶν αὐτῶν φέρειν ἀφαιρουμένων. οὐ πεπαίνει δὲ καλῶς μὴ ἐπικνισθέντων καὶ περιαλειφθέντων ἐλαίῳ καθάπερ ἐλέχθη διὰ τὴν εὐτροφίαν καὶ τὸ πλῆθος τῆς ἐπιρροῆς· ἀφαίρεσίς τε γὰρ γίνεται τῇ ἐπικνίσει καὶ τὸ ἔλαιον ἅμα διαθερμαῖνον καὶ ὁ ἥλιος ἀνεῳγμένων ταχεῖαν ποιεῖται τὴν πέψιν.
ἔοικε δὲ παραπλήσιον τρόπον τινὰ τὸ συμβαῖνον τοῖς κατὰ μέρος ἀνθοῦσιν ἀπὸ τῶν κάτωθεν ἀρχομένοις. ἐκείνων τε γὰρ τὰ μὲν ἰσχύοντα καὶ οἷον τετελεωμένα καὶ ἀνθεῖ καὶ καρπογονεῖ, τὰ δ᾽ ἀσθενέστερα καὶ ἐπάνω προσαύξεται καὶ βλαστάνει καὶ ἀεὶ τὸ τελεούμενον ἀνθεῖ, τὴν δὲ τῆς τροφῆς ἐπιρροὴν ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν καταμερίζεται καὶ δύναμιν· καὶ τούτων ὁμοίως μὲν εἰς τὴν βλάστησιν φέρεταί τι τῆς τροφῆς, ἡ δ᾽ εἰς τὸ ἰσχυρὸν ἤδη καὶ καρπογονοῦν· ἐκεῖνο δ᾽ οὔπω δύναται διὰ τὴν ὑγρότητα καὶ τὴν ἀτέλειαν· καὶ περὶ μὲν τούτων ἀρκείτω τὰ εἰρημένα.
Τὰς δὲ μεταβολὰς τῶν καρπῶν εἴ τινες ἢ ἐκ λευκῶν μέλανες ἢ ἐκ γλυκέων ὀξεῖς ἢ ἀνάπαλιν καθάπερ φασὶν ἐπί τε συκῆς καὶ ἀμπέλου καὶ ῥόας τοῦτο συμβαίνειν ἐνιαχοῦ μὲν οὐδὲ θαυμαστὸν οὐδ᾽ ὅλως ἄτοπον φαίνεται τὸ τὴν φύσιν, ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως καὶ τοῖς μέρεσιν ἀνομοίως φέρειν οἷον τὴν κάπνεον ἄμπελον καλουμένην· αὕτη γὰρ δοκεῖ τοὺς μὲν λευκοὺς
ἐνίοτε, τοὺς δὲ μέλανας καὶ ὁτὲ μὲν πάντας τοιούτους, ὁτὲ δὲ τοιούτους φέρειν. δι᾽ ὃ καὶ οὐδ᾽ οἱ μάντεις εἰώθασι τοῦτο κρίνειν ὡς τέρας· τὸ γὰρ εἰωθὸς οὐ τέρας.αἴτιον δὲ τῆς παραλλαγῆς ὅτι τὸ χρῶμα τούτων τῶν βοτρύων οὔτε μέλαν οὔτε λευκόν ἐστιν ἀλλὰ καπνῶδες, ὅθεν καὶ τὴν προσηγορίαν ἔσχεν. ἐὰν οὖν μικρά τις ἐναλλαγὴ γένηται δοκεῖ μεταβεβληκέναι τὴν χρόαν· οὐδ᾽ ἕτερον δ᾽ εἰλικρινὲς οὔτε τὸ μέλαν οὔτε τὸ λευκὸν ἔχει δι᾽ ὃ καὶ ἐνίοτε τῶν βοτρύων ἑτερόχροοί τινες, οἱ μὲν εἰς τὸ λευκὸν, οἱ δ᾽ εἰς τὸ μέλαν μᾶλλον ἀποκλίνοντες. αἰτία δ᾽ ἡ τροφὴ καὶ ἡ διάθεσις αὐτῆς τῆς ἀμπέλου.