On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπεὶ δ᾽ ὅλως εἰπεῖν τὰ μικρόκαρπα πολυκαρπότερα καθάπερ τά τε νῦν εἰρημένα καὶ οἱ φακοὶ δὴ καὶ ὅσα τοιαῦτα καὶ ἐπὶ πᾶσι τὰ πολυχούστατα λεγόμενα κύμινόν τε καὶ μήκων καὶ ὅλως δὴ τὰ λαχανώδη πάντα καὶ τὰ ἐναγγειόσπερμα πολύχοα τίς ἂν οὖν αἰτία τούτων εἴη; πότερον ὅτι τὰ μικρὰ ῥᾷον ποιῆσαι· καὶ γὰρ ζῶά φαμεν ἔνια τοιαῦτα καὶ μάλιστα δὴ τὰ ὠοτόκα καὶ σκωληκοτόκα· ἢ αὕτη μὲν ἔξωθεν ἄλλην δέ τινα οἰκειοτέραν ζητητέον; ἐπεὶ καὶ τῇδε διαφέρει τῶν περὶ τὰ ζῶα· τῶν μὲν γὰρ ἐκτρέφει τὰ ὠὰ καὶ τελειοῖ καὶ ὅλως ζωογονεῖ τὸ περιέχον ὥσπερ καὶ ἐν τοῖς πρότερον εἴρηται. τῶν δὲ καρπῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἡ ἐκτροφὴ καὶ τελείωσις ὥστε πλείονος δεῖ δυνάμεως.
πρὸς δὲ θησαυρισμὸν ἄριστα μὲν κέγχρος καὶ ἔλυμος καὶ σήσαμον καὶ θέρμος καὶ ἐρέβινθος, τὰ μὲν ὅτι πολυχίτωνα καὶ ξηρὰ, τὸ δ᾽ ὅτι λιπαρὰ, ὁ δὲ θέρμος καὶ ὁ ἐρέβινθος ὅτι πικρότητά τινα ἔχουσι καὶ δριμύτητα. διατηροῦσι δ᾽ αὗται τὸ ἀπαθὲς ὥσπερ εἴρηται ὅθεν καὶ διαφθειρόμενα μόνα τῶν σιτωδῶν οὐ ζωοῦται καθάπερ οὐδὲ τὰ τῶν λαχάνων· καὶ γὰρ ταῦτα ἄζωα καὶ ὅσα δὴ τῇ ξηρότητι ἢ τῇ δριμύτητι.
συμβαίνειν γὰρ ὥσπερ ἀνάμιξίν τινα γίνεσθαι τοῦ ἔξωθεν. σηπόμενον δὲ ἕκαστον ἴδιον γεννᾷ ἐκ τῆς οἰκείας ὑγρότητος οἷον οἱ μὲν πυροὶ καὶ αἱ κριθαὶ τοὺς κίας ὁ δὲ κύαμος τὸν ὑπό τινων καλούμενον μίδαν· ὡσαύτως δὲ καὶ οἱ φακοὶ καὶ αἱ ἀφάκαι καὶ πίσοι καὶ ἄλλα.
τὸ δὲ αἴτιον κοινὸν πλειόνων· οὐ γὰρ μόνον ἐν τοῖς καρποῖς ἀλλὰ καὶ ἐν τοῖς δένδροις καὶ μετὰ ταῦτα τοῖς ξύλοις· καὶ ὅλως ὅσα τῶν ἀψύχων ζωογονεῖται διαφόρους ποιεῖ πάσας τὰς μορφὰς ὡς ἂν ἐξ ἑτέρας ὕλης.Ὁ δὲ κονιορτώδης σῖτος θᾶττον σήπεται καὶ ὁ ἐν τοῖς κονιατοῖς ἢ ἀκονιάτοις οἰκήμασι διὰ τὸ πλείω θερμότητα ἔχειν. καὶ γὰρ ὁ κονιορτὸς θερμὸς ἅτε ξηρὸς ὢν καὶ τὸ κονίαμα ὅταν ἀναδέξηται τηρεῖ τὴν θερμότητα· ἐπεὶ καὶ ἀθρόος καὶ κατὰ βάθους ὢν, πλείων γὰρ ἡ θερμότης. θᾶττον δὲ πολὺ κόπτεται κριθὴ πυροῦ διὰ τὸ μανότερον εἶναι καὶ γυμνότερον. τάχιστα δ᾽ ὁ κύαμος· θερισθεὶς γὰρ εὐθὺς καὶ συντεθεὶς ἐνιαχοῦ καθάπερ ἐν Θετταλίᾳ.
φαίνεται δὲ κατὰ τοὺς τόπους. παρ᾽ ἐνίοις γὰρ ἀσηπτότατος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται περὶ Ἀπολλωνίαν καὶ περὶ Τάραντα. καὶ ἀναπληροῦσθαι δέ φασι κοπέντα. τοῦτο μὲν οὖν σκεπτέον. ἀκόπως δὲ ἔχει τάδε· θέρμος κέγχρος αἰγίλωψ αἶρα σήσαμον ἐρέβινθος καὶ ὅλως τὰ δριμέα. ὁ μὲν οὖν αἰγίλωψ πολυχίτων ἡ δ᾽ αἶρα γυμνὴ δι᾽ ὃ καὶ ἄλλῃ τινὶ δυνάμει. τὸ δ᾽ ὅλον ἄκοπα τὰ μὲν ξηρότητι δι᾽ ὃ καὶ ἡ κάχρυς χρονιώτερον, τὰ δὲ ἀμιξίᾳ καὶ καθαρότητι καθάπερ ὁ χόνδρος, τὰ δὲ χυμῶν φύσει καὶ δυνάμει φυσικῇ καθάπερ ἐρέβινθος θέρμος σήσαμον, τὰ δὲ τῷ πολὺ τὸ ἀποστέγον ἔχειν ὥσπερ ὁ ὦχρος, ἅμα δὲ τοῦτό γε καὶ ξηρὸν καὶ θερμόν. τῷ δὲ σίτῳ κοπέντι βοήθεια ταχίστη τὸ εἰς τὴν ἅλω φέροντας ἀπικμῆσαι. καὶ τούτων μὲν σχεδὸν ἐνταῦθά που τὸ αἴτιον.
ὃ δὲ παρά τινων ζητεῖται διὰ τί ποτε ὁ κεκομμένος σῖτος καὶ παλαιὸς ὕδατος μὲν ἐπιχεομένου θερμοῦ διαβλαστάνει — ταύτην γὰρ δὴ διάπειραν λαμβάνουσιν εἰ φύσιμος ὅταν ἐμβάλλοντες εἰς σκαφίον ἐπιχέωσι, — σηπόμενος δ᾽ οὐ διαβλαστάνει, — καίτοι ἡ σῆψις ὑπὸ θερμοῦ καὶ ἐν ὑγρῷ ἐστι
— κομιδῆ δόξειεν ἂν παρ᾽ ὁμωνυμίαν εἶναι. διαφέρει γὰρ ἥ τε φθαρτικὴ καὶ ἡ γόνιμος θερμότης καὶ ἡ ὑγρότης δὲ ὡσαύτως. ἔστι δ᾽ ἡ μὲν σήπουσα ἀλλοτρία καὶ φθαρτικὴ ἡ δὲ τοῦ ὕδατος τοῦ θερμοῦ συμμετρίαν τινὰ ἔχουσα· δεῖται γὰρ τοιαύτης πρὸς τὴν βλάστησιν.ἐπεὶ τρόπον τινὰ παρόμοιον καὶ εἴ τις ἀποροίη διὰ τί ἡ θερμότης καὶ ἡ ὑγρότης καὶ ὑγείαν ἐν τοῖς σώμασι ποιοῦσι καὶ νόσον· δῆλον δ᾽ ὡς οὐχ αἱ αὐταὶ ἀλλ᾽ ὡς ἕτεραι καὶ ἐναντίαι. θερμὸν δ᾽ ἐπιχέουσι διὰ τὴν ἀσθένειαν τῶν σπερμάτων ὅπως μὴ καθάπερ ἐκπαγῇ διά τε τὸ θᾶττον ἀποδηλοῦν· ἐπεὶ οἵ γε μὴ παντελῶς διεφθαρμένοι καὶ ἐν ψυχρῷ διαβλαστάνουσι. συμβαίνει δὲ καὶ κόπτεσθαι καὶ σήπεσθαι δι᾽ ἀλλοτρίας θερμότητος.
Τῶν δ᾽ ἐν τοῖς δένδροις καὶ φυτοῖς τὰ μὲν αὐτόματα γίγνεται, τὰ δὲ ἐκ παρασκευῆς καὶ θεραπείας, ἑκάτερα δὲ αὐτῶν ἔχει διαίρεσιν· τῶν γὰρ αὐτομάτων τὰ μέν ἐστι φύσει, τὰ δὲ παρὰ φύσιν· καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τι τοιοῦτον ὥσπερ καὶ ἐν τοῖς ζώοις· οἷον ἐάν τι μὴ τὸν οἰκεῖον ἐνέγκῃ βλαστὸν ἢ καρπὸν ἢ μὴ κατὰ τὴν τεταγμένην ὥραν ἢ μὴ ἐκ τῶν εἰωθότων μερῶν ἤ τι τοιοῦτον ἕτερον· ἅπαντα γὰρ ταῦτα παρὰ φύσιν· τῶν δὲ ἐκ τέχνης καὶ θεραπείας τὸ μέν ἐστι συνεργοῦν τῇ φύσει πρὸς εὐκαρπίαν καὶ πλῆθος, τὸ δὲ εἰς ἰδιότητα καὶ τὸ περιττὸν τῶν καρπῶν, οἷον τὸ ποιῆσαι βότρυν ἀγίγαρτον ἢ ἐκ τοῦ αὐτοῦ κλήματος μέλανα καὶ λευκὸν φέρειν ἢ καὶ ἐν αὐτῷ τῷ βότρυϊ καὶ ὅσα δὴ τοι
αῦθ᾽ ἕτερα ποιοῦσι, πλείω γάρ ἐστιν·περὶ μὲν οὖν τῶν κατὰ φύσιν καὶ τῶν συνεργούντων τῇ φύσει πρότερον εἴρηται· περὶ δὲ τῶν παρὰ φύσιν καὶ ὅσα πρὸς τὸ περιττὸν ἥκει νῦν λεκτέον καὶ πρῶτον μὲν ὑπὲρ τῶν παρὰ φύσιν ἢ ὄντων ἢ δοκούντων· καὶ γὰρ τούτων ἐστί τις αἰτία καθάπερ ἐν τοῖς ζώοις· οἷον ὅσαι πάρωροι καρποτοκίαι καὶ μὴ ἐκ τῶν αὐτῶν μερῶν γίνονται· λέγω δ᾽ οἷον εἴ ποτε συκῆ κατὰ χειμῶνα τοῦ ἦρος ὑποφαίνοντος ἤνεγκε καρπὸν καὶ ῥόα καὶ ἄμπελος ἐκ τῶν ἀκρεμόνων καὶ ἐκ τοῦ στελέχους καὶ εἰ δή τι παραπλήσιον τουτοισί·
πρὸς δὴ ταῦτα λαβεῖν δεῖ πρῶτον ὅτι συμβαίνει τὰ τοιαῦτα τοῖς πολυκάρποις καὶ ὑγροῖς οἷον ἀμπέλῳ καὶ τοῖς εἰρημένοις· ἅπαντα γὰρ ταῦτα ὑγρὰ καὶ πολύκαρπα· ξηρῷ δ᾽ οὐδενὶ καὶ ὀλιγοκάρπῳ. δεύτερον δὲ πρός τε τὰς βλαστήσεις καὶ καρποτοκίας τὰς παρώρους ὅτι πάντων ἔχουσί τινας ἀρχὰς ἐν αὑτοῖς βλαστητικὰς ἢ κλῶνες ἢ πτόρθοι ἢ ἀκρεμόνες ἢ ὅτι χρὴ καλεῖν τὰ ἐσχατεύοντα τῶν δένδρων· οὐδὲν γὰρ ἐπὶ πᾶσι κοινὸν, ἀλλ᾽ ἔνια προσηγορίας τινὰς ἔχει καθάπερ θαλία, κράδη, κλῆμα· καλοῦσι δέ τινες καὶ κλῶνας.
ὅτι δὲ ἔχουσιν ἀρχάς τινας τοῦ βλαστάνειν φανερὸν ἐκ τῶν καταπηγνυμένων ἃ πολλάκις ἀρριζώτων ὄντων τῶν κάτω μεθίησι βλαστόν. οἷον κλήματα καὶ κράδαι καὶ ἐλάας χάρακες ἐνίοτε δὲ καὶ μὴ καταπαγέντα, ἀλλ᾽ ἀφῃρημένα καθάπερ τά τε κλήματα καὶ τὰ τῆς ἐλάας ξύλα. τρίτον δ᾽ ὅτι συμβαίνει τὴν πάρωρον βλάστησιν γίνεσθαι χειμώνων μαλακῶν ἢ νοτίων γενομένων· ἐκ τούτων γὰρ οὐκ ἂν δόξειεν ἄλογον εἶναι τὸ συμβαῖνον ἠθροισμένης τῆς γονίμου δυνάμεως καὶ ὑγρότητος ὁτὲ μὲν καθ᾽ αὑτὴν, ὁτὲ δὲ λειπομένης τῆς ἔμπροσθεν, ἀφ᾽ ἧς ὁ καρπὸς ἦλθεν. ὥσπερ συμβαίνει καὶ ἐπὶ τῆς συκῆς. ὑπολειπομένης γὰρ πλείονος τῆς τοιαύτης ὑγρότητος ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς
καὶ θερμὸς, ἐξεκαλέσατο τὴν βλάστησιν.ὅτι δὲ τοῦτο συμβαίνει φανερὸν εἰ ἐκ τούτου τοῦ μέρους ὁ καρπὸς ἀνίεται ὅθεν καὶ οἱ πρόδρομοι. τάχα δὲ καὶ οἱ πρόδρομοι διὰ τὴν μαλακότητα τοῦ ἀέρος προτεροῦσί τε καὶ πέττονται μᾶλλον· εἰ δ᾽ ἄρα μὴ τοῦτο, ἀλλὰ τἆλλά γε πάντα διὰ τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ἐστὶν ἤτοι γενομένων τινῶν ὑπολειμμάτων ἢ καθ᾽ αὑτὰ συνισταμένων ἀμφοῖν·
οὐκ ἄλογον δὲ, οὐδ᾽ ἕτερον· προϋπάρχει γὰρ ἡ τοῦ δένδρου πρὸς ἄμφω φύσις ὑγρά τις οὖσα καὶ πρόβλαστος ὥστ᾽ ἂν εὐδίαι πλείω χρόνον ἐπιγένωνται καὶ τοῦ χρώματος ποιεῖν τὴν μεταβολήν· ἐπεὶ τόν γε χυλὸν οὐ δύναται πέττειν οὐδαμῶς, ἀλλ᾽ ἡ φαντασία σχεδὸν γίνεται κατὰ τὴν χρόαν. οἱ δ᾽ ὄλυνθοι συνεργούσης ἤδη τῆς ὥρας πεπαίνονται μέχρι τινός· ἔτι δ᾽ οὗτοί γε κατὰ φύσιν πώς εἰσιν. ἀεὶ γὰρ γίνονται τὴν αὐτὴν καὶ τεταγμένην ὥραν ὥσπερ καὶ ὁ τῶν διφόρων συκῶν λεγομένων καρπός·