On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ὥσπερ γὰρ ἐν τοῖς

μετάλλοις ῥάβδους οὕτως κἀν τοῖς ἐργασίμοις ὑπολαβεῖν χρὴ διατετάσθαι τὴν μὲν τοιάνδε τὴν δὲ τοιάνδε παρ᾽ ἀλλήλας ὥστε τῶν αὐτῶν ἐκ τοῦ ἀέρος γινομένων ταῖς ἰδίαις δυνάμεσι ποιεῖν τὰς διαφορὰς, ὁτὲ δὲ καὶ τοῦ αὐτοῦ χωρίου μικρόν τι μέρος εἶναι τοιοῦτον· ὡσαύτως δὲ καὶ εἴ τις ἀέρος ἢ πνεύματος προσπέσοι τοιαύτη ψυχρότης ὥστε ποιῆσαι πῆξιν ἢ καθ᾽ ὅλον ἢ κατὰ μόριον. ὃ καὶ κατὰ τὴν φθορὰν συμβαίνει τῷ τὰ μὲν παραλλάττειν τὰ δ᾽ ἐπιβαίνειν. καὶ εἴ τις ἐν αὐτοῖς τοῖς σπέρμασιν ἀνόμοια διάθεσις ὑπάρχει· τὰ γὰρ ἀσθενέστερα δῆλον ὡς εὐπαθέστερα, τὸ δ᾽ ἀσθενὲς κἂν φύσει γίνοιτο τῷ λαμβάνειν τινὰ μεταβολὴν ἐν ἑαυτῷ.

δι᾽ ὃ καὶ τῶν ἐπὶ τοῦ αὐτοῦ καυλοῦ κυάμων οὐδὲν κωλύει τῶν μὲν ἀτεράμονα τὸν λοβὸν εἶναι καὶ ἐν τῷ αὐτῷ λοβῷ καθάπερ τινές φασι εἴπερ λέγουσιν ἀληθῆ· τὸν μὲν γὰρ ἀσθενέστερον εἶναι τὸν δὲ ἰσχυρότερον ἐνδέχεται. τῆς δ᾽ ἀσθενείας τοῦ κυάμου κἀκεῖνο σημεῖον ἄν τις λάβοι· μόνος γὰρ δοκεῖ μεταβάλλειν τὴν χρόαν ἐκ λευκοῦ μέλας.

ὅτι δὲ πῆξίς τις καὶ πύκνωσίς ἐστιν ὑπὸ τοῦ ψυχροῦ δι᾽ ἣν ἀτεράμονα γίνεται μαρτυρεῖ καὶ τὸ περὶ Φιλίππους συμβαῖνον περὶ τοὺς κυάμους· ἐκεῖ γὰρ σφόδρα ψυχροὶ ἄνεμοί τινες γίνονται· ἐὰν οὖν ἐν τοῖς ἀχύροις μὴ ἠλοημένοι ἐν τῇ ἅλῳ κατατεθῶσιν οὐ μεταβάλλουσιν ἀλλὰ τεράμονες· ὁτὲ μὲν γὰρ ὑπὸ τῶν ἀχύρων ὁτὲ δ᾽ ὑπὸ τῆς πρὸς ἀλλήλους συναφῆς σκεπάζονται καὶ ἅμα τῇ τῆς γῆς θερμότητι· ὅταν δὲ μετέωροι ληφθῶσι τό τε πνεῦμα μᾶλλον ἰσχύει καὶ οὐδαμόθεν ἐχόντων σκέπην εἰσδύεται καὶ πήγνυσιν· ἅμα δὲ καὶ ἀσθενέστατοι τότε γίγνονται γυμνούμενοι πρῶτον τῶν ἀχύρων καὶ τῆς θερμότητος τῆς περιεχούσης. αἱ δὲ μεγάλαι μεταβολαὶ μάλιστα κινοῦσιν.

ἐπιγενομένου δὲ χρόνου καὶ ὥσπερ ἤδη συνεστηκότων ἐὰν διϊκμῶνται πάλιν μηδὲν πάσχειν

ὑπὸ τοῦ πνεύματος· ἰσχυρότερόν τε γὰρ ἤδη καὶ τὸ κέλυφος τὸ περιέχον. τὸ δὲ πλείω χρόνον ἐᾷν ἠλοημένους ὑπαιθρίους ποιεῖν ἀτεράμονα ὥσπερ τινές φασιν οὐκ ἄλογον· ἀποψύχονται γὰρ δῆλον ὅτι μᾶλλον τοῦ συμμέτρου καὶ ἅμα κατασκληρύνονται. ἀκόλουθον δέ πως τούτῳ καὶ ὅτι τὸ μετὰ τὴν σπορὰν εὐθὺς ἐπιγινόμενον ὕδωρ ἀτεράμονας ποιεῖ· ἀσθενῆ γὰρ αὐτὸν λαβὸν ἐν τῷ διαβλαστάνειν ὄντα κατέψυξεν ὃ πρὸς μὲν τὴν φύσιν οὐκ ἔβλαπτε πρὸς δὲ τὴν ἕψησιν.

ἐν ἑτέροις δὲ καὶ δι᾽ ἄλλα τῆς δυνάμεως οὔσης οὐκ ἄλογον τὸ μὲν ὑπάρχειν τὸ δὲ μή. τό τε γὰρ ἀβλαστὲς καὶ ἄγονον ἢ καὶ δυσαυξὲς ὅταν κακωθῇ πρὸς τὴν γέννησιν οὐκ ἄλογον. οὐδ᾽ ἐξ ἀτεραμόνων τεράμονα γίνεσθαι σπαρέντα πάλιν· ὑπὸ γὰρ τῶν αὐτῶν ἐναντίως διατιθεμένων ὥσπερ εἴπομεν οὐκ ἄλογος ἡ τεραμότης. ὥστ᾽ εἰ ὁ ἀὴρ καὶ τὰ ὕδατα καὶ τὰ ἐδάφη τοιαῦτα τί κωλύει καὶ τὰ σπέρματα μεταβάλλειν.