On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
εἰ δὲ συμβαίνει τὰ μὲν τεράμονα μᾶλλον ἐνδεδωκέναι τὰ δὲ ἀτεράμονα περιτετάσθαι τῷ κελύφει καθάπερ τινές φασι καὶ καταχασμωμένων τὰ μὲν μεταβάλλειν τὴν χρόαν τὰ δὲ μὴ καὶ τὰ ἐγχυλότερα θεριζόμενα τεραμονέστερα γίνεσθαι, καὶ γὰρ τοῦτο λέγουσιν, οὐθὲν ἄτοπον· ἥ τε γὰρ περίτασις σκληρότητος καὶ πήξεως καὶ ἁδρύνσεως οὐθὲν δὲ τούτων ἀλλότριον τοῖς ἀτεράμοσιν. τό τε μὴ ἀλλοιοῦσθαι καταπνεόμενα σημαίνει σκληρότητά τινα καὶ ἀπάθειαν, θάτερον δὲ τοὐναντίον· καὶ τὸ μὴ ἔγχυλα θερίζεσθαι σκληρότητα πλέω καὶ πῆξιν· τὸ δὲ ἄγαν σκληρὸν οὐκ εὐδιάχυτον.
ὃ καὶ ἐπὶ τῆς ἅλω φασί τινες ἂν συμβῇ γίνεσθαι ἀτεράμονα οὐκ ἄγαν τοῦτό γε λέγοντες πιθανόν. ἡ γὰρ ἀπὸ τοῦ ἡλίου ξηρότης ἀχυλότερα μὲν ποιεῖ καὶ ἧττον ἡδέα εὐεψητότερα δὲ οὐδὲν ἧττον ἀλλὰ μᾶλλον. τὰ γοῦν ἐρέγματα διηλιωθέντα θᾶττον διαχεῖται. εἰ δ᾽ ἄρα καὶ τοῦτ᾽ ἀλη
θὲς οὐκ ἐναντιοῦται τοῖς πρότερον. οὐδ᾽ εἰ παλαιούμενα γίνεται μᾶλλον ἀτεράμονα· καὶ γὰρ οὕτω ξηρότερα συμβαίνει γίνεσθαι διά τε τοῦ περιέχοντος καὶ ὑπὸ τῆς διεκπνοῆς τοῦ θερμοῦ ὃ συνεξάγει καὶ τὸ ὑγρόν. εὔλογον δὲ καὶ θᾶττον καὶ μᾶλλον κόπτεσθαι τὰ τεράμονα· καὶ γὰρ γλυκύτερα, ταῦτα δὲ μᾶλλον ζωοποιεῖ, καὶ πεπεμμένα, μεταβολὴ δὲ καὶ τούτων θᾶττον. καὶ ταῦτα μὲν ἂν ἔχοι τὰς εἰρημένας αἰτίας.τὸ δὲ μόνα τῶν ὀσπρίων ἢ καὶ τοῦ παντὸς σίτου κύαμον καὶ φακὸν ἀτεράμονα γίνεσθαι ψεῦδος ὑποληπτέον ἀλλὰ μάλιστα διαπειρώμενοι τούτων διὰ τὴν χρείαν ταῦτα μόνα φαμὲν ὅτι τοῖς μὲν ἀλήθοντες χρώμεθα τοῖς δ᾽ ὅλοις· αὕτη δ᾽ οὐ μικρὰ διαφορά· καὶ γὰρ ἐπ᾽ ἐκείνων εἰ λεπτύνοντες οὐκ ἂν ὁμοίως ἔνδηλον ἦν. ἐκφαίνεται γοῦν καὶ ἐπὶ τῶν ἐρεβίνθων καὶ τῶν ἄλλων ἑψομένων ὅλων τὸ ἀτεράμον. εἰ δ᾽ ἀτεράμονα μόνα ταῦτα οὐδὲ τοῦτ᾽ ἄλογον· ἀσθενέστερα γὰρ ὡς εἰπεῖν, τὸ δ᾽ ἀσθενὲς παθητικώτερον. ὃ δὲ λέγουσιν οἱ πολλοὶ ὅτι τὸ κερασβόλον ἀτεράμον γίνεται μή ποτ᾽ ἄγαν εὐηθὲς ᾖ· σκληρότερος γὰρ ὁ λίθος πρὸς ὃν πολλάκις προσπίπτει τὰ σπέρματα. κἂν μὴ προσκόψῃ μηδὲ βουσὶν ἀροτριᾷ τις οὐδὲν ἧττον ἀτεράμον γίνεται. περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.
Ὅσα δὲ τῶν ὁμογενῶν μὴ ἅμα διαβλαστάνει τοῖς ἄλλοις ἀλλ᾽ ὕστερον πολλῷ καθάπερ ἐλέχθη περὶ τοῦ τευτλίου παραπλησία τις ἡ αἰτία ταύτῃ καθάπερ εἴπομέν ἐστιν· ὥσπερ γὰρ πρὸς ἕψησιν καὶ ὅλως πύρωσιν ἀτεράμονα, καὶ πρὸς ἔκφυσιν οὕτω καὶ πρὸς βλάστησιν· ἡ γὰρ τοιαύτη ἀτέλειά τις τῶν σπερμάτων. ὁμοίως δὲ ἐπὶ πάντων ὧν τοῦτο συμβαίνει. περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.
περὶ δὲ τοῦ ἰσχυρότερα καὶ εὐχυλότερα γίνεσθαι καὶ νοστιμώτερα ἢ ἀνοστότερα καὶ πρὸς τὴν σίτησιν βελτίω ἢ χείρω τὰ μὲν τοῖς τόποις διαφέρει
καθάπερ εἴρηται τῷ ξηρότερα ποιεῖν καὶ πυκνότερα καὶ ξυνεστηκότα μᾶλλον οἷον τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ ἔτι μᾶλλον τῶν ἐπόμβρων· εὐπνούστερά τε γὰρ καὶ ἐν τροφῇ συμμετρότερα. νοστιμώτερα δ᾽ ἐκ τῆς αὐτῆς παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν· οὐ γὰρ πάντως ὅταν πλεῖστος καὶ ἁδρότατος γένηται καὶ νοστιμώτατος ἀλλ᾽ ἑτέραν δεῖ διάθεσιν ἔχειν.