On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
μέγα δὲ καὶ ἡ ὥρα συνεργεῖ· καὶ γὰρ ὁ πολύρριζος σπαρεὶς ἐν ταύτῃ θᾶττον ἀναβλαστάνει καὶ ὀλιγοκαλαμώτερος καὶ ὁ στάχυς μικρὸς καὶ ὀλιγόπυρος. ὁ δὲ τρίμηνος πρωϊσπορηθεὶς οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν. ἄτοπον δὲ καὶ ὑπεναντίον τὸ συμβαῖνον εἰ βαρεῖς οἱ ὀλιγοχρόνιοι καθάπερ οἱ περὶ Αἶνόν φασι τοὺς ἰσημερίνους. λοιπὸν γὰρ αἰτιᾶσθαι τὴν ἰδίαν φύσιν ἣν ὁρῶμεν ἐν πλείοσι μεγάλας ἔχουσαν διαφορὰς καὶ κατὰ τὴν ἔκφυσιν καὶ τελείωσιν καὶ κατὰ τὰς ἰδίας μορφὰς οἷον μεγέθους καὶ μικρότητος καὶ σχήματος· καὶ τὸ πολυάχυρον εἶναι καὶ μὴ κατωφελῆ τὸ πρὸς ἡμᾶς κατὰ τροφὴν καὶ σίτησιν.
τάχα δὲ καὶ τὰ γένη ποιοῦσιν αἱ χῶραι ἤτοι πάντα ἢ ἔνια· συνεξομοιοῦσι γάρ πως ἑαυταῖς ἢ διαφορὰν γενῶν ἐμποιοῦσιν καὶ πρὸς τὸ χρήσιμον, ὥσπερ τῷ θρᾳκίῳ πυρῷ τὸ πολύλοπον εἶναι καὶ ὀψιβλαστῆ· διὰ τοὺς γὰρ χειμῶνας ἄμφω συμβαίνει. καὶ διὰ ταῦτα καὶ ἐν ταῖς ἄλλαις πρωϊσπορούμενος ὁ θρᾴκιος ὀψὲ διαβλαστάνει καὶ ἐξαύξεται καὶ πάλιν ὁ παρὰ τῶν ἄλλων ἐκεῖ σπειρόμενος ὀψὲ βλαστάνει· γέγονε γὰρ οἷον φύσις ἤδη τὸ ἔθος.
οἷον ἐν τοῖς Ἐπισυνάγγαις καλουμέναις τῆς Ἀσίας οἱ διαρρηγνύναι λεγόμενοι καὶ οἱ τὰ μεγέθη τοῖς πυρῆσιν ἴσοι χώρας ἰδιότητι καὶ φύσει τὰς δυνάμεις ἔχουσι ταύτας καὶ οὐκ ἂν τηροῖεν μετενεχθέντες. ὃ γὰρ ἐπὶ τῶν ἀμπέλων λέγουσιν ὡς ὅσα χώρας εἴδη τοσαῦτα καὶ ἀμπέλων τοῦτ᾽ ἀληθὲς καθόλου. καὶ οὐχ ἧττον ἐφ᾽ ἑτέρων ἐὰν ἅμα τῇ χώρᾳ καὶ τὸν ἀέρα τις προσθῇ. διὰ τοῦτο γὰρ αἵ τε ἀνωμαλίαι τῶν καρπῶν ἀπὸ τῶν αὐτῶν φυ
τευομένων αἵ θ᾽ ὅλως ἀκαρπίαι μὴ φερούσης τῆς χώρας.ἐκ δυοῖν γὰρ ἢ καὶ πλειόνων ὅταν γένηταί τι δύναμιν ἐχόντων ἀνάγκη κατὰ τὰς τούτων διαφορὰς καὶ τὸ ὅλον διαφέρειν, ὃ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· καὶ γὰρ καὶ τῷ ἄρρενι καὶ τῷ θήλει καὶ τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ἁπλῶς ταῖς τροφαῖς λαμβάνουσι διαφορὰς ὅθεν καὶ γενῶν ἰδιότητες γίγνονται καὶ πολλάκις τὸ παρὰ φύσιν ἐγένετο κατὰ φύσιν ὅταν χρονισθῇ καὶ λάβῃ πλῆθος. ἀλλὰ γὰρ τοῦτο καθόλου μὲν καὶ κοινόν.
αἱ δὲ τῶν σπερμάτων διαφοραὶ γίνονται διὰ τὰς εἰρημένας αἰτίας· ἐπεὶ καὶ τοῦ θᾶττον τελειοῦσθαι παρά τισιν, ὥσπερ ἐν Αἰγύπτῳ φασὶ μηνὶ πρότερον ἢ ἐν τῇ Ἑλλάδι, τὸν ἀέρα τις ἂν αἰτιάσαιτο μαλακὸν ὄντα καὶ εὐτραφῆ· τὸ δ᾽ ὅλον ἐν δυοῖν τούτοιν θετέον τὰς αἰτίας ὥσπερ εἴρηται ἀέρι καὶ ἐδάφει. τὸ γὰρ αὖ περὶ Μῆλον συμβαῖνον τῆς τελεώσεως ὥστε τὸν ὕστατον σπείροντα θερίζειν ἅμα τοῖς πρώτοις ἐπὶ τὴν χώραν ἀνοιστέον ὡς εὔτροφον, ὁ γὰρ ἀὴρ παραπλήσιος.
τὸ γὰρ μὴ ἰσοχρονεῖν τὰ σπέρματα καθάπερ καὶ τὰ ζῶα παρὰ πᾶσιν ὁποιασοῦν οὔσης τῆς χώρας οὐδὲν ἄτοπον. ἐκεῖνα μὲν γὰρ ἐν ἑαυτοῖς ἔχει τὰς ἀρχὰς τὰς κυριωτάτας τὸ δὲ σπέρμα καὶ ὅλως τὸ φυτὸν ἐν τῷ ἀέρι μᾶλλον. εἰ δὲ μὴ τήν γε πρὸς βλάστησιν καὶ ὅλως γένεσιν καὶ διαφθοράν. διόπερ οἷον ἂν ᾖ τὸ ἔτος ἀκολουθεῖ καὶ τὰ τῶν καρπῶν ἔν τε τοῖς ἄλλοις καὶ ἐν τῇ πρωϊότητι καὶ ὀψιότητι.