On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

σύμφωνον δὲ τρόπον τινὰ καὶ οὐ πόρρω τούτων καὶ τὸ μὴ κινεῖσθαι πρότερον μήτε σπέρμα μηδὲν μήτε φυτὸν ἀλλὰ κατὰ τὴν οἰκείαν ὥραν. ὃ καὶ θαυμάζεται περὶ τῶν σπερμάτων ὅτι διαμένει πρὸς τὸ θέρος ἔνια καὶ οὐ διαφθείρεται πολλῶν ὑδάτων καὶ εὐδιῶν γενομένων. ἐπεὶ τό γε μὴ διαβλαστάνειν ἧττον ἄλογον μὴ ἔχοντα τὴν οἰκείαν κρᾶσιν. αἴτιον δὲ τούτου πως ὑποληπτέον, ἐς ἀσφαλὲς τῆς φύσεως πρὸς ἄμφω τι

θεμένης ἐν τῇ τῶν περιεχόντων ἰσχύϊ· φαίνεται γὰρ τὰ μὲν ξυλώδη καθάπερ τὰ ἀνθικὰ τὰ δὲ πολυχίτωνα τὰ δ᾽ ἄλλας τοιαύτας ἔχοντα φυλακάς. καὶ ταῦτα μὲν δὴ κοινά πως τῆς φύσεως.

Ὑπὲρ δὲ τῶν σπερμάτων πῶς ποτε τὰ τεράμονα ἢ ἀτεράμονα γίνεται πότερα διὰ τὴν χώραν ἢ διὰ τὸν ἀέρα καὶ τὰς ἰδίας διαθέσεις ἢ δι᾽ ἄλλο τι πάθος καὶ πάντα ἢ ἔνια. δοκεῖ γὰρ δὴ καὶ μάλιστα ἐπὶ τῶν κυάμων καὶ φακῶν συμβαίνειν, πολλάκις δὲ καὶ τὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα τῆς αὐτῆς ἐργασίας τυγχάνον· καὶ τῶν συνεχῶν αὔλακος μόνον διειργούσης τὸ μὲν ἀτεράμονα τὸ δὲ τεράμονα· καὶ τῶν σπερμάτων ὁτὲ μὲν ἐκ τῶν ἀτεραμόνων τεράμονα γίνεσθαι ὁτὲ δ᾽ ἐκ τῶν τεραμόνων ἀτεράμονα. κατὰ δὲ τὴν ἔκφυσιν καὶ βλάστησιν καὶ τὴν ἁδρότητα καὶ εὐκαρπίαν οὐδὲν διαφέρει τὸ ἀτέραμον ὡσάν τι νενοσηκὸς ἢ πεπονηκός.

ὑπὲρ δὴ τούτων ἢ εἰ ἄλλο τι συνάπτει πρὸς τὴν ἀπορίαν ταύτην πρῶτον ἐκεῖνο λεκτέον ὅτι τὸ τεράμον καὶ ἀτεράμον πρὸς τὴν πύρωσιν λέγεται καὶ διάχυσιν καὶ ὡς ἁπλῶς εἰπεῖν πρὸς τὴν τροφὴν τὴν ἡμετέραν. τὸ μὲν γὰρ εὐδιάχυτον καὶ τῇ ἑψήσει ταχὺ ἀλλοιούμενον τεράμον τὸ δ᾽ ἀδιάχυτον ἢ ἀναλλοίωτον ἢ βραδέως ἀλλοιούμενον ἀτεράμον. τοιοῦτον δ᾽ ἑκάτερον εἰ τὸ μὲν μανὸν εἴη καὶ μαλακὸν τὸ δὲ πυκνὸν καὶ σκληρόν· οὕτω γὰρ ἂν τὸ μὲν δέχοιτο τὴν θερμότητα καὶ ὑγρότητα δι᾽ ὧν ἡ διάχυσις τὸ δ᾽ οὐ δέχοιτο ἀλλ᾽ ἀποστέγοι τῇ πυκνότητι καὶ σκληρότητι.

διῃρημένου δ᾽ οὕτω τοῦ τεράμονος καὶ ἀτεράμονος σκεπτέον παρὰ τίνας καὶ ποίας τινὰς αἰτίας ταῦτα συμβαίνει. τὸ μὲν οὖν ἁπλοῦν ἐκεῖνο καὶ νῦν ἀληθὲς ὃ καὶ ἐπὶ τῶν πρότερον εἴρηται δι᾽ ὅτι παρὰ τὴν τροφὴν τὰ τοιαῦτα γίνεται πάντα τῷ ποιάν τε καὶ ποσὴν εἶναι. μεθίστησι γὰρ αὕτη· συμβαίνει γὰρ τὰ

μὲν ἐν τοῖς ἀλεεινοῖς καὶ διακόπροις καὶ λεπτογείοις καὶ ἡλιοβόλοις κούφην τε τὴν τροφὴν καὶ εὐκατέργαστον ἔχειν ὥστε καὶ τὰ ξυνιστάμενα μανὰ καὶ μαλακὰ γίνεσθαι. διὰ τοῦτο γὰρ καὶ τὰ λήμνια τεράμονα δι᾽ ὅτι τοιαῦτα τὰ ἐδάφη. τὸ γὰρ ὅλον τὴν γῆν τεράμονά τινες καλοῦσι τὴν τοιαύτην, ἐν δὲ τῇ τεράμονί φασι γίνεσθαι τεράμονα. τεράμονα δὲ καὶ τὰ ἐν Αἰγύπτῳ διά τε τὸ ἔδαφος καὶ διὰ τὸν ἀέρα· τὸ γὰρ θερμὸν οἰκεῖον τῇ τεραμότητι καὶ ὅλως τῇ πέψει· δι᾽ ὃ καὶ τὰ κοπριζόμενα προτερεῖν φασι τῶν ἀκοπρίστων σχεδὸν εἴκοσιν ἡμέραις.

τὰ μὲν οὖν ἐν τῇ ἀλεεινῇ καὶ κούφῃ διὰ ταύτας τὰς αἰτίας τεράμονα τὰ δ᾽ ἐν τῇ ψυχρᾷ καὶ πιείρᾳ καὶ γλίσχρᾳ καὶ ὥσπερ κεραμίᾳ καὶ ἔτι δὲ τῇ λειμωνίᾳ καὶ ἐφύδρῳ καὶ ἑλώδει πάντ᾽ ἀτεράμονα διά τε τὸ πλῆθος καὶ τὴν ἰσχὺν τῆς τροφῆς πυκνά τε καὶ βαρέα καὶ σκληρὰ τοῦ γεώδους τε πολλοῦ καὶ τοῦ ψυχροῦ καταμιγνυμένων· ἡ γὰρ δὴ πῆξις καὶ ἡ πύκνωσις ἐκ τούτων ἐξ ὧνπερ καὶ ἡ σκληρότης. ἐν δὲ τοῖς ἑλώδεσι καὶ ἐφύδροις ἀχρεῖα τὸ ὅλον· οὐ γὰρ ἐνδιδοῖ βρεχόμενα δι᾽ ὃ καὶ καταχρῶνται πρὸς τὰς ὗς. αἱ μὲν οὖν ἐκ τῶν ἐδαφῶν αἰτίαι σχεδὸν αὗται.

ἐπεὶ δὲ καὶ τὰ ὕδατα τὰ οὐράνια καὶ ὁ ἀὴρ συνεργεῖ ταῖς τροφαῖς διὰ τοῦτο ταῖς γε ἐπομβρίαις ἀτεράμονα μᾶλλον γίνεται πλέονος οὔσης καὶ ἀπεπτοτέρας τῆς τροφῆς. σχεδὸν γὰρ τοῦτο συμβαίνει καὶ εἰ ἐκ τῆς τοιαύτης γῆς καὶ εἰ τοιαύτη τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἔνυδρός τις εἶναι καὶ μὴ πνευματική· πῆξιν γὰρ οὕτω ποιήσει καὶ πύκνωσιν. διῃρημένων δ᾽ εἰς ταῦτα τῶν αἰτίων οὐδὲν κωλύει καὶ τὸ αὐτὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα μὴ ὁμοίων ἀλλ᾽ ἐναντίων γινομένων τῶν ἐκ διὸς καὶ τῶν διειργομένων αὔλακι τὰ μὲν τεράμονα τὰ δὲ ἀτεράμονα γίνεσθαι εἴπερ τοῦ μὲν τοιόνδε τοῦ δὲ τοιόνδε τὸ ἔδαφος.