On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

σχεδὸν δ᾽ ἡ τοιαύτη θεραπεία καὶ κατάστασις ὁμοία τῇ διακαθάρσει τυγχάνει τελείων ὄντων τῶν δένδρων· ὑπὲρ ἧς καὶ δεικτέον πρῶτον τῶν κατὰ τὰς θεραπείας εἶθ᾽ οὕτω περὶ τῶν ἄλλων. ὥσπερ γὰρ ἐφεξῆς ταῦτα τῶν περὶ τὴν φυτουργίαν ἐστί. κοινοτάτη μὲν οὖν καὶ μάλιστα ἔνδηλος ἐπὶ τῶν ἀμπέλων τυγχάνει· πάντες γὰρ χρῶνται καὶ πάντες ἀμπελουργοῦσιν ὑπ᾽ αὐτῆς ἀναγκαζόμενοι τῆς φύσεως διὰ τὴν εὐβλάστειαν καὶ πολυβλαστίαν· ὑπὲρ ἧς ἐπειδὴ καὶ ἐν τῇ κλάσει καὶ ἐν τοῖς ἄλλοις διηκρίβωται μάλισθ᾽ ἡ θεραπεία πειρατέον αὐτὰ καθ᾽ αὑτὰ θεωρεῖν ὕστερον· νῦν δ᾽ ὑπὲρ τῶν ἄλλων λέγωμεν.

οὐδὲ γὰρ οὐδ᾽ ἐπὶ τούτων μικρόν ἐστι τὸ καταστήσασθαί πως τὰ δένδρα καὶ τὰ κακῶς πεφυκότα καὶ τὰ ἐμποδίζοντα τοὺς καρποὺς ἀφαιρεῖν. ἐμποδίζει γὰρ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὰ ἀπηρτημένα καὶ αὖα ὅλως τὰ παρακαίρως πεφυκότα. δι᾽ ὃ δεῖ ταῦτ᾽ ἐξαιροῦντα μετατιθέναι τὴν βλάστησιν εἰς τὸ δέον· ἔοικε γὰρ ὡστεπερ ὀχετεία τις εἶναι τῆς τροφῆς τῶν δένδρων ὅπως ἂν ἄγῃ τις· εἰς γὰρ τὰ καταλειπόμενα ῥεῖ καὶ ταῦτ᾽ αὔξει.

τοῦτο δὲ ξυμβαίνει δι᾽ ὅτι τοῖς μέρεσιν ἄριστα πέφυκε καὶ ἔτι προσεπιβλαστάνει κατ᾽ ἐνιαυτόν· ἐπεὶ καὶ εἴ τις ἀεὶ βούλεται κολούειν τὰ ἄνω πρὸς τὰς ῥίζας ἡ τροφὴ πᾶσα φέρεται κἀκεῖναι λαμβάνουσιν αὔξησιν ὥστε συνταρροῦσθαι τὰ χωρία, καὶ τέλος ἀναυξῆ γίνεται τὰ ἄνω πάσης ἐνταῦθ᾽ ὡρμηκυίας τῆς τροφῆς· οἷον γὰρ ἤδη φύσις γέγονε χρονισθέντων. ἡ μὲν οὖν ἄμπελος ἀεὶ τὴν τομὴν ἐπιζητεῖ κατ᾽ ἐνιαυτὸν διὰ τὸ εὐαυξὲς τὰ δὲ ἄλλα

τὰ μὲν παρ᾽ ἔτος τὰ δὲ διὰ τετραετίας, οὐδὲν γὰρ οὕτως εὐαυξές·

ἐπεὶ εἴ γέ τι τοιοῦτον εἴη δέοιτ᾽ ἄν. ἀφαιρεῖν ἀπὸ τῶν ὑγρῶν περίεργον ἅμα δ᾽ ἡ ἕλκωσις πόνον παρέχει καὶ κακοῖ τὰ δένδρα, δι᾽ ὃ καὶ μετὰ τὴν διακάθαρσιν εὐθὺς οἴονται δεῖν κοπρίζειν καὶ τὴν ἄλλην ἀποδιδόναι θεραπείαν ὅπως ἐπαναλάβωσι τῇ τροφῇ τὴν κακοπάθειαν ἀλλὰ μόνον τό γε συνεχὲς ἐν τῇ τῶν αὔων ἀφαιρέσει ποιεῖσθαι· ταῦτα γὰρ οὔτε πόνον ποιεῖ τῇ ἑλκώσει κωλύει τε προσηρτημένα τὰς τροφάς.