On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν
φυτευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι μανὰ τὰ δὲ πυκνὰ φυτευτέον. φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρρίνου καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρριζα καθάπερ ἡ δάφνη.τῶν μὲν γὰρ ὁ καρπὸς ἡλιούμενος στρυφνὸς γίνεται τὰ δὲ ὥσπερ προβολῆς δεῖται καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα διὰ τὴν ἀσθένειαν· οὐκ ἐνοχλεῖ γὰρ τῷ ταρρῷ διὰ τὴν βραχυρριζίαν· καίτοι τινὲς ἅπαντα κελεύουσι διὰ πολλοῦ φυτεύειν ὅπως μὴ σύνταρρα γίνηται μηδ᾽ ἀναυξῆ τροφήν τ᾽ ἐλάττω λαμβάνοντα καὶ τοῦ πνεύματος ἀποκλειόμενα. οὐ μὴν ὀρθῶς γε λέγουσιν ἀλλ᾽ ἑκάτερα διαιρετέον ὥσπερ εἴρηται. χρὴ δὲ καὶ πρὸς τὸν τόπον ὁρῶντα ποιεῖσθαι τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς· ἐπ᾽ ἔλαττον γὰρ αἵ τε ῥίζαι προσαύξονται καὶ ἡ κόμη.
ἅπαν δὲ φυτὸν ὅταν ἐκβλάστῃ τὸ πρῶτον ἐᾷν ῥιζωθῆναι μηδὲν κινοῦντα τῶν ἄνω καθάπερ ἐπὶ τῶν ἀμπέλων ποιοῦσιν ἀφιέντες τὰς ῥάχους, εἶθ᾽ ὅταν ἰσχύωσιν τότε περιαιρεῖν τὰ ἄνω καταλιπόντα τὰ κάλλιστα καὶ τὰ ἐπιτηδειότατα πεφυκότα. κατὰ γὰρ τὰ δένδρα τοῦτ᾽ ἀναγκαῖον οὐδ᾽ ὥσπερ ἐπὶ τῶν ἄλλων ἀφαιρεῖν ἐνδέχεται πάντα καὶ τέμνειν ἰσόγεων· ἀρριζώτου γὰρ ὄντος ἐὰν περιαιρῇ καὶ κινῇ τις ἀσθενὲς ὂν κινδυνεύσει μᾶλλον, ἐὰν δ᾽ ἐρριζωμένου καὶ ἰσχύοντος αὐτό τε ἀπαθὲς ἔσται καὶ τὴν τροφὴν ἀποδώσει πλείονα τοῖς καταλοίποις.
ἡ δὲ ἀναγωγὴ καὶ ἣν καλοῦσιν οἱ πολλοὶ τῶν φυτῶν παιδείαν οἷον σχηματισμός ἐστι καὶ μόρφωσις τῶν δένδρων ὕψει τε καὶ ταπεινότητι καὶ πλάτει καὶ τοῖς ἄλλοις. ὡς δ᾽ ἐπὶ πᾶν ἐπιτέμνουσι τὰ ὑψηλὰ πλὴν ὅσα φύσει τοιαῦτα καὶ ἔστι καὶ βούλεται καθάπερ φοῖνιξ πεύκη κυ
πάριττος. ἀκαρπότερα γὰρ γίνεται διὰ πολλοῦ τῆς τροφῆς ἰούσης καὶ ἐνταῦθα καταναλισκομένης ἀλλὰ δεῖ πολύκλαδα καὶ πολυβλαστῆ ποιεῖν· ἅμα γὰρ τῇ πολυκαρπίᾳ καὶ εὐτρυγητότερα καὶ τὸ ὅλον εὐθεραπευτότερα γίνεται, δι᾽ ὃ καὶ περιαιρετέον τὰς μὴ κατὰ καιρὸν βλαστήσεις.