On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὃ καὶ ἐπὶ τῶν πυρῶν συμβαίνει κατὰ τοὺς σκώληκας· γίνονται γὰρ ἐν ταῖς ῥίζαις ὅταν νότια πλείω μετὰ τοὺς σπόρους ἐπιγένηται· τότε γὰρ ἀνυγραινομένης τῆς ῥίζης καὶ τοῦ ἀέρος ὄντος θερμοῦ ζωοποιεῖ πως ἡ θερμότης συσσήπουσα τὴν ῥίζαν, ὁ δὲ γενόμενος εὐθὺς κατεσθίει. πέφυκε γὰρ ἐκ τῶν αὐτῶν ἑκάστοις ἡ γένεσις καὶ ἡ τροφή. ἕτερος δ᾽ ὅταν ἀποχυθῆναι διὰ τὸν αὐχμὸν μὴ δύνηται
τὸ ἐγκατακλειόμενον ὑγρὸν ὑπὸ τοῦ θερμοῦ σήψεως γινομένης ἐζωοποίησεν, εἶθ᾽ ὁμοίως ἡ τροφὴ διὰ τοῦ αὐτοῦ.ταὐτὸ δ᾽ ἔοικε τοῦτο καὶ ἐπὶ τῶν μηλέων καὶ ὅλως ἐπὶ τῶν δένδρων συμβαίνειν ὅσα σκωληκοῦται διψήσαντα· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ ὑγρὸν καὶ μένειν ἐν τῷ δένδρῳ θερμαινόμενον σῆψιν ἐποίησεν ἐξ ὧν ὁ σκώληξ. σημεῖον δὲ ὅταν ἄφθονος ἡ τροφὴ γίνηται· τότε γὰρ καὶ ἡ ἐπιρροὴ πρὸς τὰ ἄνω διαδίδοται καὶ πλείων οὖσα κατακρατεῖ καὶ οὐ σήπεται. παραπλήσιον δὲ τὸ συμβαῖνόν ἐστι καὶ τῇ ἀμπέλῳ· καὶ γὰρ ἐν ταύτῃ τοῖς νοτίοις οἱ ἶπες γίνονται μᾶλλον ἅτε διυγραινομένης καὶ τοῦ ἀέρος γονεύοντος· εἶτ᾽ εὐθὺς ἐξεσθίουσι τὸ ὁμογενές.
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐλαῶν αἱ κάμπαι καὶ ἐφ᾽ ὧν ἄλλα ἐγγίνεται ζῶα περὶ τὴν βλάστησιν ἢ τὴν ἄνθησιν ἢ καὶ ὕστερον· πάντα γὰρ ἐκ παραπλησίας αἰτίας ἐστὶ συνιστάμενα. τῇ δ᾽ ἀμπέλῳ μάλιστα τοῦτο συμβαίνει δι᾽ ὅτι φύσει ὑγρόν ἐστι καὶ ἡ ὑγρότης αὐτῆς ἄχυλος καὶ ὑδατώδης· εὐπαθεστάτη γὰρ ἡ τοιαύτη. ἐνιαχοῦ δὲ οὐ γίνονται τὸ ὅλον ἶπες ὅταν εὔπνους τε καὶ μὴ ἔνυγρος μηδ᾽ εὔτροφος ὁ τόπος ὑπάρχῃ. καὶ περὶ μὲν νοσημάτων ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥητέον.
Σπείρειν δὲ κελεύουσιν οἱ μὲν πρὸ πλειάδος· ξηρὰν γὰρ ἄνικμόν τε οὖσαν διαφυλάττειν τὸ σπέρμα τὴν γῆν. οἱ δ᾽ ἅμα πλειάσι δυομέναις ὥσπερ καὶ Κλείδημος· ἐπιγίνεσθαι γὰρ ὕδατα τὰ πολλὰ τῇ ἑβδόμῃ μετὰ τὴν δύσιν. ἄριστον δὲ ἴσως καὶ ἀσφαλέ- στατον εἰς ὀργῶσαν τὴν γῆν ἐμβληθῆναι εὐλαβούμενον ὅπως μήτ᾽ ἐμβληθῇ πηλῷ μήθ᾽ εἰς ἡμιβρεχῆ καὶ ἡμίειλον ἣν δὴ καλοῦσί τινες ἀμφίεργον. ἡ μὲν γὰρ ὑγρὰ καὶ πηλώδης διαχεῖ καὶ ἐκγαλακτοῖ καὶ ἐὰν ξηρανθῇ συναλείφει καὶ οὐ διαδίδωσιν, ἡ δὲ ἡμιβρεχὴς κατασήπει· τοσοῦτον γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ὑγρὸν ὥστε κινῆσαι
μὲν μὴ ἐκβιάσασθαι δὲ μηδ᾽ ἐκβλαστεῖν.