On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὡς δὲ ἁπλῶς εἰπεῖν πάντα ἐν ταύταις μεγίσταις καὶ κοινοτάταις ἐστὶν διαφοραῖς, ἐν τῇ τῆς χώρας φύσει τῇ τῶν σπερμάτων ἰσχυῒ καὶ ἀσθενείᾳ καὶ ἐν τῇ τοῦ ἀέρος κράσει, δι᾽ ὃ σκεπτέον ταῦτα. χειμῶνες δὲ ἐπιγινόμενοι πανταχοῦ μὲν χρήσιμοι· ῥιζοῦται γὰρ καὶ καρκινοῦται μᾶλλον ὥστ᾽ εἰς τὸ ἔαρ σύμμετρον ἀποδίδοται μέγεθος. μάλιστα δ᾽ ἐν ταῖς ἀγαθαῖς χώραις· τὰ γὰρ νότια καὶ ὅταν εὐδία ταχὺ ἀναδιδόασι καὶ ποιοῦσι λοχαίαν καὶ καρπὸν ἐρυσιβώδη. τὰ δὲ πυκνόσπορα πρότερον ἀποχεῖται τῶν μανοσπόρων ὅτι τὰ μὲν ῥιζοῦται καὶ εἰς τὰ κάτω σχίζεται διὰ τὸ ἔχειν τόπον τὰ δ᾽ εὐθὺς εἰς τὸ ἄνω τρέχει.
Χρὴ δὲ καὶ τὰ οἰκεῖα σπέρματα πρὸς εὐφορίαν καὶ τὰ νοσήματα τὰ συμβαίνοντα λαμβάνειν οἷον ἐρυσίβας· ἐπεὶ ἐν τοῖς κοίλοις καὶ ἀπνόοις γίνεται --- τὰ μὴ ἐρυσιβούμενα· τοιαῦτα δὲ τὰ ἐπικλινῆ τῷ στάχυϊ καὶ μὴ ὀρθά. διὰ τοῦτο δὲ καὶ τὸ ἐπικύπτειν συμφέρει τὸν στάχυν ὅπως ἀπορρέῃ καὶ μὴ ἐμμένῃ τὸ ὕδωρ καὶ ἡ δρόσος. ἐπικλίνουσι δὲ οἱ μακροὶ στάχυες μᾶλλον οἱ δὲ πλατεῖς καὶ βραχεῖς ὀρθότεροι δι᾽ ὃ καὶ ἐρυσιβοῦνται ταῦτα διυγραινόμενα. καὶ ὧν ὁ στάχυς ἀπήρτηται πολὺ τῶν φύλλων· ἐν γὰρ τοῖς φύλλοις ἐμμένει μᾶλλον ἡ ὑγρότης ὥστε πλησίον μὲν ὄντος εὐθὺς ἅπτεται πόρρω δὲ οὐχ ὁμοίως.
δι᾽ ὃ καὶ ἡ μὲν ἀχιλληῒς
κριθὴ καὶ λευκὴ καὶ μέλαινα ἐρυσιβώδης, ὀρθοὶ γὰρ οἱ στάχυες, ἡ δ᾽ ἐτεόκριθος ἀσφαλὴς, ἀπονεύει γάρ. τὰ δὲ προσήνεμα τῶν χωρίων ἧττον ἐρυσιβοῦνται· διὰ γὰρ τὴν κίνησιν ἀποσείεται καὶ ἀποπίπτει τὸ ὑγρόν. ἐπεὶ καὶ ὅταν ὕσαντος πνεῦμα ἐπιγένηται καὶ πάλιν ἐπιλαμβάνῃ νὺξ ἧττον· τὸ μὲν γὰρ διέσεισεν ὁ δ᾽ ἥλιος οὐκ εὐθὺς ἐπιγενόμενος οὐκ ἐποίησε σῆψιν ἀλλ᾽ ἀνεξηράνθη πρότερον. ἡ δ᾽ ἐρυσίβη σαπρότης τις οὐδὲν δὲ σαπρὸν ἄνευ θερμότητος ἀλλοτρίας. μάλιστα δὲ ἐρυσιβοῦται σῖτος ταῖς πανσελήνοις διὰ τὸ καὶ τὴν σελήνην τῇ θερμότητι σήπειν τῇ ἑαυτῆς. ἀσθενέστερα δὲ καὶ ἐπικηρότερα πάνθ᾽ ὡς ἁπλῶς εἰπεῖν τὰ λευκὰ τῶν μελάνων καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν ζώων. ὅτι μὲν οὖν οἰκεῖα τὰ σπέρματα ταῖς χώραις ληπτέον φανερὸν ἐκ πολλῶν.νοσήματα δὲ γίνεται πᾶσι τοῖς σπέρμασιν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσυμμετρίαν τῆς τροφῆς τε καὶ τοῦ περιέχοντος ἀέρος ὅταν ἡ μὲν πλείων ἡ δὲ ἐλάττων ὁ δὲ κάτομβρος ἢ κατάξηρος ἄγαν ἢ μὴ κατὰ καιρὸν ἀνυγραινόμενος τύχῃ· τότε γὰρ καὶ οἱ σκώληκες ἐγγίνονται τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς καὶ αἱ κάμπαι τοῖς ἐρεβίνθοις ὅταν οἱ μὲν ἀνυγρανθῶσι καὶ μεταξὺ ἐγγίνωνται θερμημερίαι· τῶν δὲ ἐρεβίνθων ὅταν ἡ ἅλμη κατακλυσθῇ καὶ ἀναγλυκανθῶσι· πανταχοῦ γὰρ ἡ φύσις ζωογονεῖ μιξαμένη πως τῇ ὑγρότητι τὸ θερμὸν καθάπερ ὕλην οὖσαν τὴν ὑγρότητα τῷ θερμῷ πρὸς τὴν σῆψιν.