On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
σπείρειν δὲ δεῖ τὸν μὲν πρωϊνὸν μανὸν τὸν δὲ ὄψιον πυκνόν· ὁ μὲν γὰρ οὐκ ἔχει ῥίζωσιν ὁ δὲ ἔχει καὶ γίνεται πολυσχιδής. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, πλείω γάρ ἐστι, διακριβοῦν εἴ τις θέλει τὰς ἐργασίας μᾶλλον, ἕκαστα δεῖ σκοπεῖν πρὸς τὴν χώραν· ἔνιαι γὰρ οὐ δέχονται τὰς ἀκριβείας ἀλλὰ διαμάρτοι ἂν ὁ ποιῶν. ὅπερ ἔπαθέ τις ἀνελθὼν εἰς Συρακούσας ἐκ Κορίνθου τὴν ἐργασίαν τὴν ἐντεῦθεν μεταφέρων· καὶ γὰρ τὸ χωρίον τὸ δοκοῦν ἀγαθὸν ἐκλιθολογήσας διέφθειρεν· ἐξεπήγνυτο γοῦν ὁ σῖτος οὐκ ἔχων οὐδεμίαν προβολὴν ἐξαιρεθέντων τῶν λίθων. καί τις ἐν Συρίᾳ κατὰ βάθος ἀρόσας ἀνεξήρανεν· ὑπὸ γὰρ τοῦ θέρους διακαιομένη ἡ γῆ ἐπὶ πλεῖον ὑπόπετρος οὖσα διέκαιε δι᾽ ὃ καὶ μικροῖς ἀρότροις οἱ Σύροι χρῶνται. ταῦτα μὲν οὖν πειρατέον ἐπικρίνειν.
ὡς δὲ κοινῇ καὶ καθόλου πᾶσιν εἰπεῖν μέγιστον μὲν καὶ πρῶτόν ἐστι τὴν σπορευτὴν χώραν κατειργάσθαι καλῶς· εἰς διειργασμένην γὰρ καλῶς πεσὸν τὸ σπέρμα καλῶς ἐκφύεται διημερωθείσης τῆς γῆς. εἶθ’ ἡ κόπρισις καὶ ἡ ἄλλη θεραπεία μετὰ ταῦτα διαβεβλαστηκότων ἤδη,
οἷον σκάλσις καὶ ποασμός.ἡ δὲ κατεργασία ἐν τῷ νεᾷν κατ᾽ ἀμφοτέρας τὰς ὥρας καὶ θέρους καὶ χειμῶνος ὅπως χειμασθῇ καὶ ἡλιωθῇ ἡ γῆ καθάπερ καὶ ἐπὶ τῆς φυτείας ἐλέχθη. πολλάκις γὰρ μεταβληθεῖσα μανὴ καὶ κούφη καὶ καθαρὰ γίνεται τῆς ὕλης ὥστε ῥᾳδίως ἐκτρέφειν. καὶ διὰ τοῦτο κελεύουσιν οὐδὲ τὰ χεδροπὰ συμβάλλειν εἰς τὰς νέας ἐὰν μή τι σφόδρα πρώϊον ὅπως μὴ κωλύσωσι τὴν θερινὴν νέανσιν· ἀγαθὴν γὰρ οἴονται τὴν χιόνα ταῖς χειμεριναῖς νέαις καὶ οὐχ ἧττον τὴν πάχνην εἶναι· διεσθίειν γὰρ καὶ μανοῦν τὴν γῆν.
καὶ ὅταν μετὰ τοὺς πρώτους ἀρότους νεάσωσι πάλιν τοῦ ἦρος μεταβάλλουσιν ὅπως τὴν ἀναφυομένην πόαν ἀπολέσωσιν, εἶτα θέρει ἀροῦσι καὶ πάλιν ὅταν μέλλωσι σπείρειν ὑπήροσαν ὡς δέον καθάπερ ἐλέχθη προκατεργάσασθαι καὶ περὶ τοῦτο μάλιστα σπουδάσαι. δι᾽ ὃ καὶ τὴν ἀπὸ τῆς δικέλλης ἐργασίαν μᾶλλον ἐπαινοῦσιν, ἡ δ᾽ ἀπὸ τοῦ ἀρότρου δοκεῖ πολλὰ παραλείπειν. Θέτταλοι δ᾽ ἰσχυρότερον ἔτι τῆς δικέλλης ὄργανον ἔχουσι ὃ καλοῦσι μίσχον ὃ μᾶλλον εἰς βάθος κατιὸν πλείω γῆν περιτρέπει καὶ κατωτέρωθεν. αὕτη μὲν οὖν τῆς χώρας ἡ κατεργασία.
συμβαίνει δὲ τοῖς εἰς ταῦτα πονήσασιν ἧττον ἐν τοῖς ἄλλοις κακοπαθεῖν· ὅσοι δ᾽ ἂν μαλακωτέρως, ἀναγκάζονται πολλάκις καὶ σκάλλειν καὶ βοτανίζειν ἅτε πολλῆς πόας ἐκφυομένης. οὕτω γὰρ ἀπόλλυται τὰ σπέρματα, προτερεῖ δὲ τοῦ σίτου διά τε τὴν ἰσχὺν καὶ τὸ προϋπάρχειν· ἐπεὶ πρότερον αὐξηθέντος τοῦ σίτου πολλὰ καταπνίγεται καὶ ἀπόλλυται καὶ τὸ ὅλον οὐχ ὁμοίως βλάπτει τὰ σπέρματα.