On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἡ δὲ τῶν παραφυομένων ἐξαίρεσις καὶ ἡ αὐτῶν τῶν ὁμογενῶν ὅταν ᾖ πυκνὰ καθαπερεὶ διακάθαρσις γίνεται τροφὴν πλείω ποιοῦσα καὶ αὔξησιν τοῖς λοιποῖς. ἔχει δὲ καὶ ἰδιότητας ἔνια καθάπερ ἐπὶ τοῦ πηγάνου πρότερον ἐλέχθη καὶ ἐπ᾽ ἄλλων ἐστίν. ἀλλὰ ταῦτα μὲν ἐλάττω καὶ σχεδὸν φανερά.

Λοιπὰ δὲ καὶ ὥσπερ ἀντικείμενα τοῖς περὶ τὰ δένδρα τὰ περὶ τὴν ψιλὴν γεωργίαν ἐστίν· ἐνταῦθα δὲ ἥ τε τῆς γῆς κατεργασία καὶ ἡ τῶν σπόρων ὥρα καὶ μετὰ ταῦτα σπαρέντων κατεργασία, πρότερον δ᾽ ἔτι τούτων ἢ καὶ ἅμα τὴν οἰκείαν ἑκάστῳ σπέρματι ἰδεῖν ὥσπερ καὶ ἐπὶ τῶν δένδρων. ἔστι δὲ καὶ κατὰ τὰς ἐργασίας τὸ οἰκεῖον, οἱονεὶ τὴν μὲν θέρους τὴν δὲ χειμῶνος νεᾷν ἢ σκάπτειν ἤ τι τοιοῦτον ἕτερον, ἅπερ ἐπιχειροῦσί τινες διαιρεῖν.

δεῖ γὰρ ὥς φασι τὴν μὲν ἔπομβρον καὶ στερεὰν καὶ βαρεῖαν καὶ τὴν πίειραν θέρους ἐργάζεσθαι καὶ τοῖς ἀρότροις καὶ τῇ σκαπάνῃ, τὴν δὲ ξηρὰν καὶ μανὴν καὶ τὴν λεπτὴν καὶ κούφην τοῦ χειμῶνος. δύναται γὰρ ἡ μὲν ξηραίνειν καὶ λεπτύνειν ἡ δὲ χειμερινὴ παχύνειν καὶ ὑγραίνειν. ἑκατέρα δὲ τούτων δεῖται πρὸς τὸ ἐνδεὲς τῆς φύσεως. καὶ κοπρίζειν πλεῖον μὲν τὴν λυπρὰν ἔλαττον δὲ τὴν ἀγαθὴν καὶ διὰ τὴν ἀρετὴν τῆς γῆς καὶ διὰ τὸ ἐκ τῆς κόπρου πλείω λαμβάνειν τροφὴν ἢ ὥστε πέττειν.

μίσγειν δὲ καὶ τὴν γῆν τὴν ἐναντίαν οἷον τῇ βαρείᾳ τὴν κούφην καὶ τῇ κούφῃ τὴν βαρεῖαν καὶ τὴν λεπτὴν τῇ πιείρᾳ ὡσαύτως δὲ καὶ τὴν ἐρυθρὰν καὶ τὴν λευκὴν καὶ εἴ τις ἄλλη ἐναντιότης. οὐ γὰρ μόνον ἡ μίξις ἀποδίδωσι τὸ ἐλλεῖπον ἀλλὰ καὶ ὅλως σφοδροτέρας ποιεῖ καὶ ἐὰν ἡ τυχοῦσα ᾖ μίξις· οἷον ἐὰν τὴν ἀπειρηκυῖαν καὶ μὴ δυναμένην φέ-

ρειν ἑτέρᾳ μίξῃς πάλιν φέρει καθαπερανεὶ καινὴ γεγενημένη, καὶ ἡ καθ᾽ αὑτὴν οὐ φέρουσα καθάπερ ἡ ἄργιλος ὅταν μιχθῇ ποιεῖ φορόν· ὥσπερ γὰρ κόπρος ἡ ἑτέρα τῇ ἑτέρᾳ γίνεται.

δι᾽ ὃ ταῦτα ποιοῦσι Μεγαρεῖς καὶ δι᾽ ἐτῶν πέντε ἢ ἓξ σκάπτοντες βαθεῖαν ἀναβάλλουσι τὴν κάτωθεν ἐφ᾽ ὅσον διϊκνεῖται τὸ ὕδωρ ἵνα καινὴν ποιῶσιν· ἡ γὰρ τρόφιμος ἀεὶ καταρρεῖ ὑπὸ τοῦ ὕδατος. σπείρειν δὲ κελεύουσι τὴν ξηρὰν καὶ τὴν θερμὴν πρὸ τῶν ὑδάτων ὅπως λαμβάνουσα πλῆθος ὕδατος ἐκτρέφειν δύνηται. καὶ τὴν δ᾽ ἐπομβρίαν ὡσαύτως ἵνα τὰ σπέρματα λαμβάνωσι καὶ βλαστόντα καὶ αὐξηθέντα θερμῇ τῇ γῇ δυνατώτερα δέχηται τὸν ὄμβρον· ἐὰν δὲ μὴ ἐν ξηρᾷ προεργασάμενον τὴν γῆν ὀψὲ ποιεῖσθαι τὸν σπόρον.