On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
καίτοι συμβαίνει γ᾽ ἐνίοτε τῶν παραφύτων παραιρουμένου θατέρου καὶ θάτερον αὐαίνεσθαι· τοῦτο γὰρ ἤδη τινὶ συνέπεσεν ἅμα πεφυκυιῶν ἀναδενδράδων καὶ συκῶν ὡς αἱ συκαῖ παρῃρέθησαν· αἴτιον δ᾽ ὅτι μεγάλην ἐποίησε μεταβολὴν συνηυξημένων ἤδη καὶ συντεθραμμένων· ὥσπερ γὰρ μία φύσις ἐγεγένητο διὰ τὸν χρόνον. ἐπεὶ νέων ὄντων εἴ τις παρεῖλεν οὐχ ὅτι ἂν ἀφαύανεν ἀλλὰ καὶ εὐαυξεστέρας καὶ καλλίους ἐποίησε. καὶ περὶ μὲν τῶν ἄλλων δένδρων ἐκ τούτων θεωρείσθω.
Περὶ δὲ ἀμπέλων ὅσα μὴ κοινὰ καὶ ἐν τοῖς πρότερον εἴρηται λεκτέον ὁμοίως. ἐπεὶ δὲ καὶ τὰ γένη διαφέρει καὶ αἱ χῶραι τοῦτο χρὴ πειρᾶσθαι διαιρεῖν τὰ ποῖα ταῖς ποίαις οἰκεῖα. κατὰ φύσιν μὲν γὰρ ἐὰν φυτεύῃ τις ἀγαθὰ, παρὰ φύσιν δὲ ἄκαρπα γίνεται. τὸ δὲ κατὰ φύσιν σχεδὸν καθ᾽ ὁμοιότητά τινα λαμβάνουσιν ὥσπερ εἴπομεν, ἐν μὲν τῇ στερεᾷ καὶ αὐχμώδει τὰ στερεὰ καὶ τὰ τῶν λευκῶν καὶ τῶν μελάνων, ὡς δ᾽ ἐπὶ τὸ πᾶν τὰ μέλανα στερεώτερα, ἐν δὲ τῇ ἐπόμβρῳ τὰ μανά. διάδηλα δὲ τὰ πυκνὰ καὶ τὰ μανὰ ταῖς μήτραις ἃς δεῖ θεωρεῖν ἀποτέμνοντας τὰ νέα τῶν κλημάτων· ἔχει γὰρ ἡ μὲν μανὴ πολλὴν τὸ δὲ ξύλον λεπτὸν ἡ δὲ πυκνὴ μικρὰν τὸ δὲ ξύλον παχύ.
ὅτι δὲ ἑκάτερον ἑκατέρᾳ τῇ χώρα συμφέρει διὰ τῶνδε φανερόν· ὧν μὲν γὰρ ἡ μήτρα
μεγάλη τούτων καὶ οἱ πόροι πολλοὶ καὶ εὐρέες, ὧν δὲ μικρὰ στενοί τε καὶ ὀλίγοι· δι᾽ ὃ καὶ διὰ τοῦ ἔαρος τροφῆς ἐλάττονος δεῖται τὰ πυκνὰ καὶ ἅμα διατηρεῖν δύναται τὸ ὑγρὸν εἰς τὸ θέρος· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐξάγει διὰ τὴν πυκνότητα, δι᾽ ὃ μικρᾶς τῆς ἀφαιρέσεως οὔσης ὀλίγης δὲ τῆς ἐπιρροῆς διὰ τὴν ξηρότητα τῆς γῆς τά τε κλήματα ἀσθενῆ καὶ τοὺς καρποὺς ἀτελεῖς φέρουσι.τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι καὶ κρατίστη δι᾽ ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι πρὸς τὸ ἐκ τῆς γῆς,