On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
καὶ ὅσα προσφιλῆ τυγχάνει καθάπερ δοκεῖ τῶν δένδρων ἐλάα καὶ μύρρινος· τάς τε γὰρ ῥίζας συμπλέκεσθαί φησι τῶν δένδρων Ἀνδροτίων καὶ τὰς τοῦ μυρρίνου ῥάβδους φύεσθαι διὰ τῶν ἀκρεμόνων τῆς ἐλάας, τόν τε καρπὸν ἔχοντα τοῦ ἡλίου καὶ τῶν ἀνέμων προβολὴν τὴν ἐλάαν ἁπαλὸν γίνεσθαι καὶ γλυκὺν ἐλάττω δὲ τοῦ ἐν τοῖς προσείλοις. ἄλλο δ᾽ οὐδὲν ἐθέλει φυτεύεσθαι πρὸς ταῖς ἐλάαις.
εὐμενὲς δὲ καὶ ἡ πεύκη δοκεῖ πᾶσιν εἶναι διά τε τὸ μονόρριζος εἶναι καὶ βαθύρριζος· ὑποφυτεύεται γὰρ ὑπ᾽ αὐτῇ καὶ μύρρινος καὶ δάφνη καὶ ἕτερα πλείω καὶ αὔξησιν λαμβάνει. καὶ φανερὸν ὅτι μᾶλλον παροχλοῦσιν αἱ ῥίζαι τῆς σκιᾶς· σκιὰν γὰρ πολλὴν ποιεῖ ἡ πεύκη. κατὰ λόγον δὲ καὶ τὰ ἄλλα τὰ ὀλιγόρριζα καὶ βαθύρριζα καὶ πρὸς τούτοις ὧν μὴ κατὰ τὴν αὐτὴν ὥραν ἡ βλάστησις καὶ καρποτοκία·
τροφήν τε γὰρ ἐλαχίστην παραιρεῖται ταῦτα καὶ παραλλάττοντες οἱ χρόνοι τῇ τε βλαστήσει καὶ τῇ τελειώσει τῶν καρπῶν ἧττον λυποῦσι. χαλεπώτατα δὲ καὶ ἀμπέλῳ καὶ τοῖς ἄλλοις συκῆ καὶ ἐλάα· καὶ γὰρ τροφὴν πολλὴν ἀμφότερα λαμβάνει καὶ σκιὰν παρέχει πλείστην· χαλεπὸν δὲ καὶ ἡ ἀμυγδαλῆ διά τε τὴν ἰσχὺν καὶ διὰ τὴν πολυρριζίαν. καίτοι φυτεύουσί τινες ἐν ταῖς ἀμπέλοις ὡς ἀσι
νέστατον τροφῆς τε ἐλαφρᾶς δεομένην καὶ ἅμα διὰ τὸ πρωΐκαρπον καὶ μὴ παλίσκιον ἥκιστα ἐνοχλοῦσαν· οὐ μὴν ὀρθῶς κελεύουσιν.οὐ γὰρ οὕτως ἡ σκιὰ λυπεῖ καθάπερ εἴρηται καὶ τὸ ὄψιον ὡς ἡ ἰσχὺς τῶν ῥιζῶν· ἀφαιρεῖται γὰρ τὴν τροφὴν συντάρρων γινομένων. ἀλλὰ κουφότατον καὶ ἀσινέστατον πάντων ἐστὶ μηλέα καὶ ῥόα· καὶ γὰρ οὐ πολύρριζα καὶ τροφῆς ἐλαφρᾶς δεῖται καὶ ταχὺ γηράσκουσιν ὥστε μὴ πολὺν χρόνον ἐνοχλεῖν. ἁπλῶς δ᾽ ἅπαντα ἐπισινῆ καὶ βλάπτει τῇ παραφύσει.