On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἔστι δὲ τοῖς μὲν ἄλλοις βραχὺς ὁ καιρὸς διὰ τὸ ταχεῖαν εἶναι τὴν βλάστησιν, τῇ ἐλάᾳ δὲ πλείων χρόνος διὰ τὸ πλείω χρόνον ποιεῖν τοὺς ὀφθαλμούς· ἔτι δεῖ ἁπαλὰ τὰ ἔρνη καὶ ἀθρόα διὰ τέλους καὶ τὸν τόπον αὐτῆς ὑγρὸν εἶναι πᾶν τὸ θέρος καὶ ἀπὸ τούτων μάλιστα πάντων βλαστάνει· διὰ τοῦτο οἴονταί τινες καὶ τέτταρας καὶ πέντε μῆνας ἀρδεύεσθαι τὴν ἐμφυτείαν.
τὸ δ᾽ ὕδωρ τῷ μὲν ἐνοφθαλμισμῷ πολέμιον· ἐκσήπει γὰρ καὶ ἀπόλλυσι παραρρέον διὰ τὴν ἀσθένειαν· δι᾽ ὃ καὶ ἐπὶ κυνὶ δοκεῖ ἀσφαλέστατος εἶναι. καίτοι νῦν γέ τινες οὕτως περιδοῦσι τοῖς φλοιοῖς ὥστε μὴ παραρρεῖν. τῇ δ᾽ ἐμφυτείᾳ χρήσιμον ἂν μὴ ᾖ ὑγρὸν τῇ φύσει· δι᾽ ὃ καὶ οἱ μὲν αὐτῷ πηλὸν ἐπικολλαίνουσιν, οἱ δὲ χύτραν προσβάλλουσιν ὕδατος ὥστε κατὰ μικρὸν ἐπιρρεῖν· ἀναξηραίνεται γὰρ ἂν τύχῃ μὴ ἔχον ὑγρότητα διὰ τὸ μέγεθος τῆς ἑλκώσεως.
ὀρθῶς δὲ καὶ διατηρεῖν ἀρραγῆ
τὸν ὀφθαλμὸν καὶ τὸν φλοιὸν καὶ τὸ ἔνθεμα οὕτως ἀποξύειν ὥστε μὴ γυμνοῦν τὴν μήτραν· ῥαγέντος γὰρ ἢ γυμνωθείσης ἀναξηραίνεται καὶ διαφθείρεται. διὰ τοῦτο γὰρ καὶ περιδοῦσι φιλύρας ἔξωθεν φλοιῷ καὶ ἐπὶ τούτοις περιαλείφουσι πηλῷ τετριχωμένῳ ὅπως ἔμμονος ἡ ὑγρότης ᾖ καὶ μήθ᾽ ἥλιος μήθ᾽ ὕδωρ μήτε ψύχος παραλυπῇ.καὶ ὅταν σχίσαντες ἐντιθῶσι τὸ ἔνθεμα σφηνοειδὲς ποιήσαντες ἐν σφύρᾳ ἐλαύνουσιν ὅπως ὅτι μάλιστα προσαχθῇ· χρὴ δὲ καὶ τῆς ὑγρότητος τῆς αὐτῶν συμμετρίαν τινὰ ὑπάρχειν. δι᾽ ὃ καὶ τὴν μὲν ἄμπελον προαποτέμνουσι ἡμέραις τρισὶ πρότερον ὅπως προαπορρυῇ τὸ δάκρυον καὶ μὴ σήπηται μηδ᾽ εὐρωτιᾷ· ῥόα δὲ καὶ συκῆ καὶ ὅσα τούτων ἐστὶ ξηρότερα παρὰ χρῆμα.
δεῖ δὲ καὶ πρὸς τὰς χώρας λαμβάνειν τὰς οἰκείας ὥρας καὶ πρὸς τὰς τῶν δένδρων φύσεις· ἐπεὶ τὰ μὲν ἔνυδρα, τὰ δὲ ξηρά. καὶ λεπτογείῳ μὲν ἄμεινον τὸ ἔαρ· οἰκεῖον γὰρ οὕτως διὰ τὸ ὀλίγον ἔχειν τὸ ὑγρὸν· ἐν δὲ τῇ εὐγείῳ καὶ πηλώδει τὸ μετόπωρον· τοῦ γὰρ ἦρος πολλὴ λίαν ἡ ὑγρότης πρὸς τὸ διατηρεῖν ἕως ἔτι διαμένει τὸ δάκρυον. ὁρίζονται δέ τινες τοῦτο τριάκονθ᾽ ἡμέραις.