On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὀλίγα δ᾽ ἄκαρπα τῶν ὁμογενῶν οἱ ὑλοτόμοι φασὶν εἶναι· ταῦτα ἤτοι λανθάνειν εἰκὸς ἢ διὰ τὸ καταναλίσκειν εἰς τὰ ἄλλα τὴν τροφὴν ἄκαρπα γίνεσθαι καθάπερ τὰς ἀμπέλους τὰς τραγώσας καὶ ὅσοις ἄλλοις τοῦτο συμβαίνει· γιγνόμενον δ᾽ ἐπὶ
τῶν καρπίμων καὶ ἀνθοφόρων τί κωλύει τοῦτο συμβαίνειν ἐπὶ τῶν ἄλλων ὥσπερ πηρουμένων πρὸς καρπογονίαν. ἀλλὰ τοῦτο μὲν ὡς ἐπιδοξαζόμενον εἰρήσθω, δεῖ δὲ ἀκριβέστερον ὑπὲρ αὐτοῦ σκέψασθαι καὶ ἀνιστορῆσαι τὰς αὐτομάτους γενέσεις. ὡς δὲ ἀπλῶς εἰπεῖν ἀναγκαῖον γίνεσθαι διαθερμαινομένης τῆς γῆς καὶ ἀλλοιουμένης τῆς ἀθροισθείσης μίξεως ὑπὸ τοῦ ἡλίου καθάπερ ὁρῶμεν καὶ τὰς τῶν ζώων.Λοιπὸν δ᾽ εἰπεῖν ὑπὲρ τῶν ἐν ἄλλοις γενέσεων οἷον τῶν κατὰ τὰς ἐμφυτείας καὶ τοὺς ἐνοφθαλμισμούς. ἁπλοῦς δέ τις λόγος καὶ σχεδὸν εἰρημένος πρότερον. ὥσπερ γὰρ γῇ χρῆται θατέρῳ τὰ ἐμφυτευόμενα. καὶ φυτεία δέ τις ὁ ἐνοφθαλμισμὸς οὐ μόνον παράταξις· ἀλλ᾽ ἐνταῦθα δῆλον ὅτι καὶ τὸ βλαστάνον καὶ τὸ γεννῶν ἡ ὑγρότης ἐστὶν ἡ γόνιμος· ἥνπερ ὁ ὀφθαλμὸς ἔχων ἁρμόττεται θατέρῳ καὶ τὴν τροφὴν ἔχων ἀποδίδωσι τὴν οἰκείαν βλάστησιν.
εὐαυξῆ δὲ πάντα τὰ τοιαῦτα διὰ τὸ κατειργάσθαι τὰς τροφὰς καὶ τὰς διὰ τῶν ἐνοφθαλμισμῶν ἔτι μᾶλλον· καθαρωτάτη γὰρ αὕτη ὥσπερ ἐν τοῖς στελέχεσιν ἤδη τῶν καρπῶν. εὐπρόσφυτον δ᾽ ἀεὶ τῷ ὁμοίῳ τὸ ὅμοιον· ὁ δὲ ὀφθαλμὸς ὥσπερ ὁμογενές. εὐλόγως δὲ καὶ ἡ ἀντίληψις μάλιστα τῶν ὁμοιοφλοίων· ἐλαχίστη γὰρ ἡ ἐξαλλαγὴ τῶν ὁμογενῶν καὶ ὥσπερ μετάθεσις γίνεται μόνον· ἅμα γὰρ συμβαίνει καὶ τοὺς καρποὺς ὀργᾶν καὶ τὰ ὅλα δένδρα πρὸς τὴν βλάστησιν, ὥσθ᾽ ὅταν ὅμοιόν τε ᾖ καὶ ὁμοιοπαθὲς τοῖς καρποῖς ἐξ ἀμφοτέρων εὔλογον τὸ τάχος τῆς αὐξήσεως· ἐν δὲ τοῖς ἄλλοις ὅσῳ ἂν ἥττων ᾖ καὶ τοῖς γένεσι καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς παραλλαγή.
εὔλογοι δὲ καὶ αἱ ὧραι μᾶλλον δὲ ἴσως ἀναγκαῖαι καθ᾽ ἃς καὶ ὅλως ἐπιβλαστήσεις γίνονται μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· δεῖ γὰρ ὀργῶντα φέρειν. παραπλήσιοι δὲ καὶ
οἱ λόγοι καὶ περὶ ἑκάστης οἵπερ καὶ περὶ τῆς φυτείας. οἱ μὲν γὰρ τὴν ἐαρινὴν ἐπαινοῦσιν ἐπ᾽ ἰσημερίαις ἔτι κυόντων· ἅμα γὰρ τῇ ἐγκυήσει καὶ βλαστήσει ὁ φλοιὸς ἐπιφύεται καὶ περιλαμβάνει. οἱ δὲ περὶ τὴν ἐπ᾽ ἀρκτούρῳ· παρὰ χρῆμα μὲν γὰρ οἷον ῥιζοῦται καὶ οἷον ἐπισυμμύει· προσφυὴς δὲ γενομένη πρὸς τὸ ἔαρ ἀθρόον ἀποδίδωσι τὴν βλάστην ἀπὸ ἰσχυροτέρας ἀρχῆς.εὐλόγως δ᾽ ἔχει τὸ τὰς μασχάλας ἐνοφθαλμίζειν τὰς λειοτάτας καὶ νεωτάτας· ἀντιλαμβάνεται γὰρ ἐντεῦθεν μάλιστα διὰ τήν τε λειότητα καὶ ἡλικίαν· εὔζωα γὰρ καὶ εὐβλαστῆ ἐστι τὰ νέα. μάλιστα δ᾽ εὐφυῆ ὥς γ᾽ ἑνὶ λαβεῖν ὅσων ἡ ὑγρότης ἔχει τι γλίσχρον, ἔτι δ᾽ ἃ μαλακόφλοια καὶ ὁμοιόφλοια καὶ ὁμοιοπαθῆ· δι᾽ ὃ καὶ εἰς τὰ παραπλήσια φύσει καὶ ἡλικίᾳ κάλλιστος ὁ ἐνοφθαλμισμός· ἥ τε γὰρ γλισχρότης καὶ ἀντιληπτικὴ ὅ τε φλοιὸς μαλακὸς ὢν καὶ ὁμοίως εὐμενὴς καὶ οὐ ποιεῖ μεγάλην τὴν μεταβολήν.