On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

αὗται μὲν οὖν κοιναὶ πλειόνων. αἱ δὲ τοιαῦται καὶ σπάνιαι καὶ ἐλάττους ὥσπερ τῆς κρινωνίας καὶ ῥοδωνίας καὶ ὁ καυλὸς ὁ σχισθεὶς φύεται καὶ βλαστάνει. ταῦτα δὲ ὅμοια καὶ παραπλήσια καὶ τὰ τῆς ἐλάας καὶ εἴ τι ἄλλο βλαστητικὸν ἀπὸ τοῦ ξύλου. δι᾽ ὃ καὶ ὑπὸ τὴν αὐτὴν αἰτίαν πίπτει· δύναται γὰρ διατηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν γόνιμον. καὶ τό τε κατακόπτειν καὶ κατασχίζειν εὔλογον· ἐκ γὰρ τοῦ ἐλάττονος καὶ ἀνεωγμένου θᾶττον ἡ ἀρχὴ καὶ εὐκολωτέρα· τὸ δὲ μέγα καὶ συμπεπτωκὸς οὐχ ὁμοίως παθητικὸν οὐδὲ βλαστητικόν.

δι᾽ ὃ καὶ τὰ σκόρδα διαιροῦσιν εἰς τὰς γέλγεις καὶ τῶν κρομύων ἀφαιροῦσι τάς τε ῥίζας τὰς κάτω καὶ τὰ κελύφη. ταῦτα γὰρ παρέχει πᾶν τὸ ἀλλότριον· ἀλλότριον δὲ τῷ ζῶντι τὸ μὴ ζῶν· ὥσπερ καὶ τῶν δένδρων τὰ ἀφαυαινόμενα. τῆς μὲν οὖν ἐλάας καὶ τῶν μυρρίνων οὐ δεῖ περιαιρεῖν τὸν

φλοιόν· ἀποστέγει γὰρ καὶ τηρεῖ τὴν ζωήν· τῶν δὲ κρομύων καὶ σκόρδων δεῖ, δεῖ δὲ μὴ τοὺς ζῶντας μηδὲ τοὺς κυρίους ἀφαιρεῖν· ἐπεὶ κἀκείνων εἴ τις ἀφαιροίη τούτους οὐ βλαστάνει.

ἰδιωτάτη δὲ βλάστησις ἡ ἐκ τῶν δακρύων οἷον τοῦ θ᾽ ἱπποσελίνου καὶ τοῦ κρίνου καὶ ἐνίων ἑτέρων· οὐκ ἄλογος δὲ ἀλλ᾽ ὁμολογουμένη τῇ ἐκ τῶν καυλῶν. οὐδὲν γὰρ ἕτερον ἀλλ᾽ ἢ ξυνηθροισμένην δεῖ εἶναι καὶ ἐν ἐκείνοις ἀρχὴν τὴν γόνιμον· οὐ γὰρ ἄνευ θερμότητος ἡ τοιαύτη καὶ ὑγρότητος. ὅτι δ᾽ οὐ πάντων οἱ ὀποὶ καὶ τὰ δάκρυα γεννητικὰ πρὸς τὰς ἐπάνω καὶ προτέρας αἰτίας ἀνακτέον. ὅτι δ᾽ οὐδ᾽ οἱ καυλοὶ οὐδ᾽ αἱ ῥίζαι, κατὰ λόγον δὲ καὶ τοῦτ᾽ ἐστὶν ὅπερ ἐλέχθη πρότερον, ὅτι πλείους αἱ γενέσεις καὶ τῶν ἄλλων ἢ τῶν ἄλλων ῥᾴδιον γεννῆσαι τὰ ἀτελέστερα καὶ ἀπ᾽ ἐλάττονος ἀρχῆς. αἱ μὲν οὖν ἐκ τῶν μορίων ὁποῖαι καὶ διὰ τίνας αἰτίας ἐκ τούτων θεωρείσθω. καὶ γὰρ εἴ τι παραλέλειπται προσθεῖναι καὶ συνιδεῖν οὐ χαλεπόν.

Αἱ δ᾽ αὐτόματοι γίνονται μὲν ὡς ἁπλῶς εἰπεῖν τῶν ἐλαττόνων καὶ μάλιστα τῶν ἐπετείων καὶ ποιωδῶν· οὐ μὴν ἀλλὰ καὶ τῶν μειζόνων ἔστιν ὅτε συμβαίνουσιν ὅταν ἢ ἐπομβρίαι κατάσχωσιν ἢ ἄλλῃ ἰδιότης τις γένηται περὶ τὸν ἀέρα καὶ τὴν γῆν· οὕτω γὰρ καὶ τὸ σίλφιον ἀνατεῖλαί φασιν ἐν Λιβύῃ πιττώδους τινὸς ὕδατος γενομένου καὶ παχέος, καὶ τὴν ὕλην δὲ τὴν νῦν οὖσαν ἐξ ἑτέρας τινὸς τοιαύτης αἰτίας· οὐ γὰρ ἦν πρότερον.